Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 16

5 ἀκούω δὲ ἔγωγε καὶ Ἰνδὸν ἔποπα διπλασίονα τοῦ παρʼ ἡμῖν καὶ ὡραιότερον ἰδεῖν. καὶ Ὅμηρος μὲν λέγει βασιλεῖ κεῖσθαι ἄγαλμα Ἕλληνι χαλινὸν καὶ κόσμον ἵππου, ὁ δὲ ἔποψ οὗτος Ἰνδῶν βασιλεῖ ἄθυρμά ἐστι, καὶ διὰ χειρῶν αὐτὸν φέρει, καὶ ἥδεται αὐτῷ, καὶ συνεχὲς ἐνορᾷ τὴν ἀγλαΐαν τεθηπὼς τοῦ ὄρνιθος καὶ τὸ κάλλος τὸ αὐτοφυές. ἐπᾴδουσι δὲ ἄρα τῷδε τῷ ὀρνέῳ καὶ μῦθον Βραχμᾶνες, καὶ ὅ γε μῦθος ὁ ᾀδόμενος οὗτός ἐστιν. παῖς ἐγένετο Ἰνδῶν βασιλεῖ, καὶ ἀδελφοὺς εἶχεν, οἵπερ οὖν ἀνδρωθέντες ἐκδικώτατοί τε γίνονται καὶ λεωργότατοι. καὶ τούτου μὲν ὡς νεωτάτου καταφρονοῦσι, τὸν δὲ πατέρα ἐκερτόμουν καὶ τὴν μητέρα, τὸ γῆρας αὐτῶν ἐκφαυλίσαντες. ἀναίνονται οὗν ἐκεῖνοι τὴν σὺν τούτοις διατριβήν, καὶ ᾤχοντο φεύγοντες ὅ τε παῖς καὶ οἱ γέροντες. συντόνου δὲ ἄρα αὐτοὺς πορείας διαδεξαμένης, οἳ μὲν ἀπεῖπον καὶ ἀποθνήσκουσιν, ὁ δὲ παῖς οὐκ ὠλιγώρησεν αὐτῶν, ἀλλʼ ἔθαψεν αὐτοὺς ἐν ἑαυτῷ, ξίφει τὴν κεφαλὴν διατεμών. ἀγασθέντα δὲ τὸν πάντʼ ἐφορῶντα Ἥλιον οἱ αὐτοί φασι τῆς εὐσεβείας τὴν ὑπερβολήν, ὄρνιν αὐτὸν ἀποφῆναι, κάλλιστον μὲν ὄψει, μακραίωνα δὲ τὸν βίον· ὑπανέστηκε δέ οἱ καὶ λόφος ἐκ τῆς κορυφῆς, οἱονεὶ μνημεῖον τοῦτο τῶν πεπραγμένων ὅτε ἔφευγεν. τοιαῦτα ἄττα καὶ Ἀθηναῖοι ὑπὲρ τοῦ κορύδου τερατευόμενοι προσεῖχον μύθῳ τινί, ᾧπερ οὖν ἀκολουθῆσαί μοι δοκεῖ καὶ Ἀριστοφάνης ὁ τῆς κωμῳδίας ποιητὴς ἐν Ὄρνισι λέγων ἀμαθὴς γὰρ ἔφυς κοὐ πολυπράγμων, οὐδʼ Αἴσωπον πεπάτηκας, ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι, προτέραν τῆς γῆς, κἄπειτα νόσῳ τὸν πατέρʼ αὐτῆς ἀποθνήσκειν· γῆν δʼ οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον. τὴν δʼ ἀποροῦσαν ὑπʼ ἀμηχανίας τὸν πατέρʼ αὐτῆς ἐν τῇ κεφαλῇ κατορύξαι. ἔοικεν οὖν ἐξ Ἰνδῶν τὸ μυθολόγημα ἐπʼ ἄλλου μὲν ὄρνιθος, ἐπιρρεῦσαι δʼ οὖν καὶ τοῖς Ἕλλησιν. ὠγύγιον γάρ τι μῆκος χρόνου λέγουσι Βραχμᾶνες, ἐξ οὗ ταῦτα τῷ ἔποπι τῷ Ἰνδῷ ἔτι ἀνθρώπῳ ὄντι καὶ παιδὶ τήν γε ἡλικίαν ἐς τοὺς γειναμένους πέπρακται.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme