Book 17
45
ἀγριώτατον δὲ ἄρα ἦσαν τῶν ζῴων οἱ τῶν Αἰθιόπων ταῦροι οἱ καλούμενοι σαρκοφάγοι. καί εἰσι μὲν τὸ μέγεθος τῶν παρὰ τοῖς Ἕλλησι διπλασίους, ὤκιστοι δὲ τὸ τάχος. εἰσὶ δὲ πυρρότριχες, γλαυκοὶ τοὺς ὀφθαλμούς, καὶ ὑπὲρ τοὺς λέοντας οὗτοι. τὰ κέρατα δὲ τὸν μὲν ἄλλον χρόνον κινοῦσιν ὡς καὶ τὰ ὦτα, ἐν δὲ ταῖς μάχαις ἐγείρουσιν αὐτὰ καὶ ἀναστήσαντες ἰσχυρῶς, εἶτα οὕτω μάχονται· τὰ δὲ οὐ κλίνεται ὑπὸ τοῦ θυμοῦ ἀνεστῶτα, φύσει ναὶ μὰ Δία θαυμαστῇ. ἄτρωτοι δέ εἰσι καὶ λόγχαις καὶ βέλει παντί· ὁ γάρ τοι σίδηρος οὐκ εἰσδύεται· φρίξας γὰρ ὁ ταῦρος ἐκβάλλει αὐτὸν μάτην προσπεσόντα. ἐπιτίθεται δὲ καὶ ἵππων ἀγέλαις καὶ θηρίων ἄλλων. οἱ τοίνυν νομεῖς ἐπαρκεῖν ταῖς ἑαυτῶν ἀγέλαις βουλόμενοι τάφρους κρυπτὰς ἐργάζονται βαθείας, καὶ ταύταις αὐτοὺς ἐλλοχῶσιν· οἳ δὲ ὅταν ἐμπέσωσιν, ὑπὸ τοῦ θυμοῦ ἀποπνίγονται. κέκριται δὲ παρὰ τοῖς Τρωγλοδύταις τοῦτο τὸ ζῷον δικαίως ἄριστον· ἔχει μὲν γὰρ λέοντος τὴν ἀλκήν, τὴν δὲ ὠκύτητα ἵππου, ῥώμην δὲ ταύρου, σιδήρου δὲ κρεῖττόν ἐστι.
46
λέγει Μνασέας ἐν τῇ Εὐρώπῃ Ἡρακλέους ἱερὸν εἶναι καὶ τῆς τούτου γαμετῆς, ἣν ᾅδουσιν οἱ ποιηταὶ τῆς Ἥρας θυγατέρα. οὐκοῦν ἐν τῷ τοῦ νεὼ περιβόλῳ τιθασοὺς ὄρνιθας τρέφεσθαι πολλούς φησι, καὶ τοῦτο δέ, εἶναι ἀλεκτρυόνας τε καὶ ἀλεκτορίδας τούσδε τοὺς ὄρνεις. νέμονται δὲ καὶ συναγελάζονταί σφισι κατὰ γένος, καὶ δημοσίας ἔχουσι τροφάς, καὶ τῶν θεῶν ἀναθήματά εἰσι τῶν προειρημένων. αἱ μὲν οὖν ἀλεκτορίδες ἐν τῷ τῆς Ἥβης νέμονται νεῷ, οἳ δὲ ἐν Ἡρακλέους οἱ τῶνδε γαμέται. ὀχετὸς δὲ ἄρα ἀενάου τε καὶ καθαροῦ ὕδατος διαρρεῖ μέσος. θῆλυς μὲν οὖν οὐδὲ εἷς ἐς Ἡρακλέους πάρεισιν· οἱ δὲ ἄρρενες, ὅταν ᾖ καιρὸς ἐπιθόρνυσθαι, ὑπερπέτονται τὸν ὀχετόν, εἶτα ὁμιλήσαντες ταῖς θηλείαις ἐπανίασιν ἐς τὰ σφέτερα αὖθις παρὰ τὸν θεὸν ᾧ λατρεύουσι, καθηράμενοι τῷ διείργοντι τὰ γένη τῶν ὀρνίθων ὕδατι. τίκτεται οὖν, οἷα εἰκός, πρῶτον μὲν ἐκ τῆς ὁμιλίας ᾠά· εἶτα ὅταν αὐτὰ θάλψωσι καὶ ἐκλέψωσι τοὺς νεοττοὺς αἱ μητέρες, τοὺς υἱεῖς οἱ ἄρρενες παρʼ ἑαυτοὺς ἄγουσι καὶ ἐκτρέφουσιν. αἱ δὲ ὄρνεις, ἐκείναις ἔργον ἐστὶ τρέφειν τὰς θυγατέρας.