Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 17

6 ὁ κροκόδειλος γίνεται μήκιστος πολλάκις. ἐπὶ γοῦν Ψαμμιτίχου τοῦ Αἰγυπτίων βασιλέως πέντε καὶ εἴκοσι πήχεων κροκόδειλον φανῆναί φασιν, ἐπὶ δὲ Ἀμάσιδος παλαιστῶν τεττάρων καὶ πήχεων ἓξ καὶ εἴκοσι. κήτη δὲ περὶ τὴν Λάκαιναν θάλατταν ἀκούω γίνεσθαι μεγέθει μέγιστα, καί τινές γε τῶν κριτικῶν Ὅμηρον ἐντεῦθέν φασιν εἰπεῖν Λακεδαίμονα κητώεσσαν. περὶ τὰ Κύθηρα δὲ ἔτι καὶ μείζω τὰ κήτη ὑμνοῦσι γίνεσθαι. ἔοικε δὲ αὐτῶν καὶ τὰ νεῦρα λυσιτελῆ εἶναι ἐς τὰς τῶν ψαλτηρίων καὶ τῶν ἄλλων ὀργάνων χορδοστροφίας καὶ μέντοι καὶ ἐς τὰ πολεμικὰ ὄργανα. ἐν δὲ τῇ Ἐρυθρᾷ θαλάττῃ πρὸς τοῖς ἤδη προειρημένοις γίνονται καὶ σκορπίοι καὶ κωβιοὶ δύο πήχεων καὶ μέντοι καὶ τριῶν. ἀμώμητος δέ φησιν ἐν τῇ Λιβύῃ πόλιν εἶναί τινα, ἐν ᾗ τοὺς ἱερέας ἔκ τινος λίμνης ἐπαοιδαῖς καταγοητεύοντας εὖ μάλα ἑλκτικαῖς ἐξάγειν κροκοδείλους πήχεων ἑκκαίδεκα. Θεοκλῆς δὲ ἐν τῇ τετάρτῃ περὶ τὴν Σύρτιν λέγει γίνεσθαι κήτη τριήρων μείζονα. περὶ δὲ τὴν Γεδρωσίων χώραν ʽἔστι δὲ μοῖρα τῆς γῆς τῆς Ἰνδικῆς οὐκ ἄδοξοσʼ Ὀνησίκριτος λέγει καὶ Ὀρθαγόρας γίνεσθαι κήτη ἥμισυ ἔχοντα σταδίου τὸ μῆκος. τοσαύτην δέ φασιν ἔχειν δύναμιν αὐτά, ὡς πολλάκις, ὅταν ἀναφυσήσῃ τοῖς μυκτῆρσιν, ἐς τοσοῦτον ἀναρρίπτειν τῆς θαλάττης τὸ κλυδώνιον, ὡς δοκεῖν τοῖς ἀμαθέσι καὶ ἀπείροις πρηστῆρας εἶναι ταῦτα.
7 Ἀριστοτέλης ἐν τῷ ὀγδόῳ περὶ ζῴων φησὶ τοὺς ἐλέφαντας ἐσθίειν κριθῶν μεδίμνους Μακεδονικοὺς ἐννέα, ἀλφίτων δὲ ἐπὶ τούτοις ἕξ, εἰ δὲ δοίης, καὶ ἑπτά· πίνειν δὲ αὐτοὺς ὁ αὐτὸς λέγει μετρητὰς Μακεδονικοὺς τετταρεσκαίδεκα, καὶ πάλιν τῆς δείλης ἐπιπίνειν ὀκτώ. βιοῦν δὲ ἐλέφαντας ἔτη διακόσιά φησι, προϊέναι δὲ ἔστιν οὓς καὶ ἐς τρεῖς ἑκατοντάδας. Διειδὲς δὲ ὕδωρ καὶ ἀκραιφνὲς καμήλῳ πιεῖν ἔχθιστόν ἐστι, τεθολωμένον δὲ καὶ ῥυπαρὸν ἥδιστον πωμάτων ἡγεῖται. καὶ μέντοι καὶ ἐς ποταμὸν ἐὰν ἀφίκηται ἢ λίμνην, οὐ πρότερον ἐπικύπτει πιεῖν, πρὶν ἢ τοῖς ποσὶν ἀναταράξῃ τὴν ἰλὺν καὶ ἀφανίσῃ τὸ κάλλος τοῦ ὕδατος. ἄποτος δὲ ἐὰν μείνῃ, διακαρτερεῖ καὶ ὀκτὼ ἡμέρας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme