Book 2
21
γῆ μὲν Αἰθιοπίς ʽγείτων δὲ καὶ μάλα ἀγαθὸς καὶ ἀξιόζηλος τὸ τῶν θεῶν λουτρόν, ὃ Ὅμηρος ἡμῖν Ὠκεανὸν ᾅδεἰ οὐκοῦν ἥδε ἡ γῆ δρακόντων μήτηρ ἐστὶ μεγέθει μεγίστων· καὶ γάρ τοι καὶ ἐς τριάκοντα ὀργυιὰς προήκουσι, καὶ τὸ ὄνομα μὲν τὸ ἀπὸ γενεᾶς οὐ καλοῦνται, φονέας δὲ ἐλεφάντων φασὶν αὐτούς, καὶ ἁμιλλῶνται πρὸς γῆρας τὸ μήκιστον οἵδε οἱ δράκοντες. καὶ λόγοι μὲν Αἰθίοπες ἐνταῦθά μοι ἵστανται. λέγουσι δὲ Φρύγιοι λόγοι καὶ ἐν Φρυγίᾳ γίνεσθαι δράκοντας, καὶ προήκειν αὐτοὺς ἐς δέκα ὀργυιάς, καὶ μεσοῦντος θέρους ὁσημέραι μετὰ πλήθουσαν ἀγορὰν ἐξέρπειν τῶν φωλεῶν. καὶ παρὰ τῷ ποταμῷ τῷ καλουμένῳ Ῥυνδάκῳ τὸ μέν τι τῆς σπείρας ἀπήρεισαν ἐς τὴν γῆν, τὸ λοιπὸν δὲ σῶμα ἀναστήσαντες πᾶν, ἀτρέμα καὶ ἡσυχῆ τὴν φάρυγγα ἀνατείναντες καὶ μέντοι καὶ τὸ στόμα ἀνοίξαντες, εἶτα τὰ πτηνὰ ἕλκουσιν οἱονεὶ ἴυγγι τῷ ἄσθματι. τὰ δὲ ἐς τὰς ἐκείνων ἐσπίπτει γαστέρας ὑπὸ τῆς παρʼ αὐτῶν ἐκπνοῆς συρόμενα αὐτοῖς πτεροῖς. καὶ ταῦτα μὲν ἰδίᾳ ἐκείνοις δρᾶται ἐς ἡλίου δυσμάς· εἶτα ἑαυτοὺς οἱ δράκοντες ἀποκρύψαντες ἐλλοχῶσι τὰς ποίμνας καὶ ἐκ τῆς νομῆς ἐπὶ τὰ αὔλια ἰούσας αἱροῦσι, καὶ πολὺν φόνον ἐργασάμενοι καὶ τοὺς νομέας συνδιέφθειραν πολλάκις, καὶ ἔχουσι δεῖπνον ἄφθονόν τε καὶ ἀμφιλαφές.