Book 2
22
ταῖς ἀφύαις ὁ πηλὸς γένεσίς ἐστι· διʼ ἀλλήλων δὲ οὐ τίκτουσιν οὐδὲ ἐπιγίνονται, πηλὸς δὲ ἐν τῇ θαλάττῃ καὶ πάνυ ἰλυώδης ὅταν συστῇ καὶ γένηται μέλας, ἀλεαίνεταί τε φύσει τινὶ ἀπορρήτῳ τε καὶ ζῳογόνῳ καὶ μεταβάλλεται καὶ ἐς ζῷα τρέπεται πάμπολλα. καὶ αἵ γε ἀφύαι ταῦτά ἐστι, σκωλήκων δίκην ἐν τῷ βορβόρῳ καὶ τοῖς μυσαροῖς τικτομένων ἐκείνων. γενόμεναι δὲ αἱ ἀφύαι νηκτικώτατον χρῆμά εἰσι, καὶ δρῶσιν ὃ πεφύκασιν, εἶτα ἄγονταί τινι αἰτίᾳ θαυμαστῇ ἐς τὰ σωτήρια, ἔνθα ἕξουσι σκέπην καὶ πρόβλημα, ᾑ μέλλει βιώσιμα αὐταῖς ἔσεσθαι. εἴη δʼ ἂν ἡ καταφυγὴ ἢ πέτρα ἀνεστῶσα ἐπὶ μέγα καὶ ὑψηλὸν ἢ οἱ καλούμενοι κρίβανοι· εἶεν δʼ ἂν κολπώδεις πέτραι βρωθεῖσαί τε ὑπὸ τῶν κυμάτων τῷ χρόνῳ καὶ κοῖλαι γεγενημέναι. ταῦτα δὲ ἄρα αὐταῖς ἡ φύσις ἔδειξε κρησφύγετα, ὥστε ὑπὸ τοῦ σάλου μὴ παίεσθαι μηδὲ ἀφανίζεσθαι· ἀσθενεῖς γάρ εἰσι καὶ ἥκιστα πρὸς τὰς ἐκείνων ἐμπτώσεις ἀντίτυποι. τροφῆς δὲ δέονται οὐδὲ ἕν, ἀπόχρη γε μὴν ἀλλήλας περιλιχμήσασθαι. ἄγρα δὲ αὐτῶν νήματα ἄγαν λεπτὰ καὶ ἐρραφέντα τούτοις ἀραιῶν στημονίων τὰ ἱμάτια. καὶ τέχνημα μὲν εἴη ἂν τοῦτο καὶ μάλα γε ἀρκοῦν ἐς αἵρεσίν τε καὶ ἅλωσιν αὐτῶν, ἐς δὲ ἄλλων ἰχθύων θήραν ἥκιστα.
23
τὸν σαῦρον εἰ παίσας εἴτε ἑκὼν εἴτε καὶ κατὰ τύχην ῥάβδῳ μέσον διατέμοις, οὐδέτερον αὐτῷ τῶν μερῶν ἀποτέθνηκεν, ἀλλὰ χωρὶς καὶ καθʼ ἑαυτὸ πρόεισί τε καὶ ζῇ δύο ποσὶν ἐπισυρόμενον τὸ ἡμίτομον καὶ ἐκεῖνο καὶ τοῦτο. εἶτα ὅταν συνέλθῃ ʽσύνεισι γὰρ πρὸς τὸ λεῖπον τὸ ἕτερον πολλάκισʼ, συνδυασθέντε συνηλθέτην ἐκ τῆς διαιρέσεως· καὶ ἑνωθεὶς ὁ σαῦρος, τοῦ μὲν πάθους τὸ ἴχνος αὐτῷ κατηγορεῖ ἡ οὐλή, περιθέων δὲ καὶ τὴν ἀρχαίαν βιοτὴν ἔχων ἔοικε τῶν προειρημένων μὴ πεπειραμένῳ.
24
ἰὸς μὲν ὁ τῶν ἑρπετῶν δεινός ἐστι, καὶ ὅ γε τῆς ἀσπίδος ἔτι μᾶλλον. καὶ τούτων ἀντίπαλα καὶ ἀμυντήρια ῥᾳδίως οὐκ ἂν εὕροι τις, εἰ καὶ σοφώτατος εἴη κηλεῖν τε ὀδύνας καὶ ἀφανίζειν. ἦν δὲ ἄρα καὶ ἐν ἀνθρώπῳ τις ἰὸς ἀπόρρητος, καὶ πεφώραται τὸν τρόπον ἐκεῖνον. ἔχιν εἰ λάβοις, καὶ πάνυ εὐλαβῶς τε καὶ ἐγκρατῶς τοῦ τραχήλου κατάσχοις, καὶ διαστήσας τὸ στόμα εἶτα αὐτῷ προσπτύσειας,