Book 2
41
ἔστι δὲ θαλαττίων ζῴων τρίγλη λιχνότατον, καὶ ἐς τὸ ἀπογεύσασθαι παντὸς τοῦ παρατυχόντος ἀναμφιλόγως ἀφειδέστατον. καί τινες καλοῦνται λεπρώδεις αὐτῶν, σπάσασαι τὸ ὄνομα ἐκ τῶν χωρίων, ἅπερ οὖν πέρας ἔχει λεπράς τε καὶ ἀραιάς, καὶ φυκία μέσα τούτων δασέα, καί που καὶ ὑποκάθηται πηλὸς ἢ ψάμμος. φάγοι δʼ ἂν τρίγλη καὶ ἀνθρώπου νεκροῦ καὶ ἰχθύος· φιληδοῦσι δὲ μᾶλλον τοῖς μεμιασμένοις καὶ κακόσμοις.
42
θηρᾶσαι καὶ μάλα γε ἱκανοὶ καὶ οὐδέν τι μεῖον τῶν ἀετῶν ἱέρακές εἰσιν, ἡμερώτατοι δὲ ὀρνίθων πεφύκασι καὶ φιλανθρωπότατοι, τὸ μέγεθος ἀετῶν οὐκ ὄντες ὀλιγώτεροι. ἀκούω δὲ ὅτι ἐν τῇ Θρᾴκῃ καὶ ἀνθρώποις εἰσὶ σύνθηροι ἐν ταῖς ἑλείοις ἄγραις. καὶ ὁ τρόπος, οἱ μὲν ἄνθρωποι τὰ δίκτυα ἁπλώσαντες ἡσυχάζουσιν, οἱ δὲ ἱέρακες ὑπερπετόμενοι φοβοῦσι τοὺς ὄρνεις καὶ συνωθοῦσιν ἐς τὰς τῶν δικτύων περιβολάς. τῶν οὖν ᾑρημένων οἱ Θρᾷκες μέρος ἀποκρίνουσι καὶ ἐκείνοις, καὶ ἔχουσιν φίλους πιστούς· μὴ δράσαντες δὲ τοῦτο ἑαυτοὺς τῶν συμμάχων ἐστέρησαν. μάχεται δὲ ὁ τέλειος ἱέραξ καὶ πρὸς ἀλώπεκα καὶ πρὸς ἀετόν, καὶ γυπὶ μάχεται πολλάκις. καρδίαν δὲ οὐκ ἂν φάγοι ποτὲ ἱέραξ, τελεστικὸν δήπου δρῶν καὶ μυστικὸν ἐκεῖνος τοῦτο. νεκρὸν δὲ ἄνθρωπον ἰδὼν ἱέραξ, ὡς λόγος, πάντως ἐπιβάλλει γῆς τῷ ἀτάφῳ ʽκαὶ τοῦτο μὲν αὐτῷ οὐ κελεύει Σόλωνʼ, οὐδὲ σώματος ἅψεται. μένει δὲ ἄγευστος καὶ ποτοῦ, ἐὰν ἐς αὔλακα ἐποχετεύῃ εἷς ἄνθρωπος· πεπίστευκε γὰρ αὐτὸν πονούμενον ζημιοῦν ὑφαιρούμενος ἐκ τῆς ἐκείνου χρείας ὕδωρ· εἰ δὲ πλείους ἐπάρδοιεν, ἀφθονίαν τοῦ ῥεύματος ὁρῶν, ὡς φιλοτησίας τινὸς· ἐξ αὐτῶν μεταλαμβάνει, καὶ πίνει ἡδέως.