Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 2

4 ζῷα ἐφήμερα οὕτω κέκληται, λαβόντα τὸ ὄνομα ἐκ τοῦ μέτρου τοῦ κατὰ τὸν βίον· τίκτεται γὰρ ἐν τῷ οἴνῳ, καὶ ἀνοιχθέντος τοῦ σκεύους τὰ δὲ ἐξέπτη καὶ εἶδε τὸ φῶς καὶ τέθνηκεν. οὐκοῦν παρελθεῖν μὲν αὐτοῖς ἐς τὸν βίον ἔδωκεν ἡ φύσις, τῶν δὲ ἐν αὐτῷ κακῶν ἐρρύσατο τὴν ταχίστην, μήτε τι τῶν ἰδίων συμφορῶν ᾐσθημένοις μήτε μήν τινος
5 τῶν ἀλλοτρίων μάρτυσι γεγενημένοις. ἤδη μέντοι τις καὶ ἀσπίδος ἐν μακρῷ τῷ χρόνῳ πληγὴν ἰάσατο ἢ τομὴν παραλαβὼν ἢ πῦρ ὑπομείνας εὖ μάλα τλημόνως ἢ ἀναγκαίοις φαρμάκοις τὸ κακόν, ἵνα μὴ πρόσω ἑρπύσῃ, στήσας ὁ δείλαιος· σπιθαμὴ δὲ βασιλίσκου τὸ μῆκός ἐστι, καὶ μέντοι καὶ θεασάμενος ὁ τῶν ὄφεων μήκιστος αὐτὸν οὐκ ἐς ἀναβολὰς ἀλλὰ ἤδη ἐκ τῆς τοῦ φυσήματος προσβολῆς αὖός ἐστιν. εἰ δὲ ἄνθρωπος κατέχοι ῥάβδον, εἶτα ταύτην ἐκεῖνος ἐνδάκοι, τέθνηκεν ὁ κύριος τῆς λύγου.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme