Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 2

15 ὑποδύς, καθάπερ προσωπεῖον ἕτερον ἢ στολὴν ὑποκριτὴς ἄλλην. ἐπεὶ τοίνυν ταῦθʼ οὕτως ἔχει, φαίη τις ἂν καὶ τὴν φύσιν μὴ καθέψουσαν μηδὲ ἐπιχρίουσαν φαρμάκοις, ὥσπερ οὖν ἢ Μήδειάν τινα ἢ Κίρκην, καὶ ἐκείνην φαρμακίδα εἶναι. πομπίλον πελάγιον καὶ βυθῷ φιληδοῦντα εἰδέναι χρὴ μάλιστα ἰχθύων ὧν ἴσμεν ἀκοῇ· μισεῖ δὲ ἢ αὐτὸς τὴν γῆν ἢ τὸν ἰχθὺν ἐκείνη. τεμνούσας δὲ ἄρα μέσον τὸν πόρον τὰς ναῦς οἵδε οἱ πομπίλοι ὥσπερ οὖν ἐρωμένας προσνέοντες δορυφοροῦσι, καὶ δεῦρο καὶ ἐκεῖσε περιέρχονται χορεύοντες ἅμα καὶ πηδῶντες. οἱ μὲν οὖν περίνεῳ ὁπόσον ἀφεστᾶσι τῆς γῆς, οὐδὲ ἓν αὐτοῖς εἰδέναι πάρεστι δήπου· οἱ δὲ ναῦται, κλέπτεσθαι μέντοι καὶ αὐτοῖς τὸ ἀληθὲς εἴωθεν. οἵ γε μὴν πομπίλοι μακρόθεν ᾔσθοντο δίκην εὐρίνου κυνὸς τὸ θήραμα ἑλούσης τάχιστα, καὶ οὐκέτι τοσοῦτος αὐτοὺς ἔρως νεὼς καταλαμβάνει, ὡς παραμένειν, ἀλλὰ οἷα ὑπὸ συνθήματι ἀθρόοι γενόμενοι ᾤχοντο ἀπιόντες. καὶ ἴσασιν έντεῦθεν οἱ τῆς νεὼς ἄρχοντες ὅτι ἄρα χρὴ περιβλέπειν γῆν οὐ πυρσοῖς τεκμαιρομένους ἀλλὰ τοῖς προειρημένοις πεπαιδευμένους.
16 ἐρύθημα εἴ ποτε ἐπανατέλλει καὶ ὠχρίασις ἐπὶ ψιλῆς τῆς δορᾶς καὶ τριχῶν γυμνῆς, θαυμαστὸν οὐδέν· ταρανδὸς δὲ τὸ ζῷον, ἀλλὰ οὗτός γε θριξὶν αὐταῖς τρέπει ἑαυτόν, καὶ πολύχροιαν ἐργάζεται μυρίαν, ὡς ἐκπλήττειν τὴν ὄψιν. ἔστι δὲ Σκύθης, καὶ τὰ νῶτα παραπλήσιος ταύρῳ καὶ τὸ μέγεθος. τούτου τοι καὶ τὴν δορὰν ἀγαθὴν ἀντίπαλον αἰχμῇ ταῖς αὑτῶν ἀσπίσι περιτείναντες νοοῦσιν οἱ Σκύθαι.
17 πελάγιος ἰχθὺς τὴν λῆξιν, τὴν ὄψιν μέλας, τὸ μῆκος κατὰ μεμετρημένην ἔγχελυν, λαβὼν ἐξ ὧν δρᾷ τὸ ὄνομα, θεούσῃ νηὶ καὶ μάλα γε ἐξ οὐρίας προσφθαρεὶς καὶ τῆς πρύμνης τὸ ἄκρον ἐνδακών, ὥσπερ οὖν ἵππον στομίῳ ἀπειθῆ καὶ τραχὺν χαλινῷ σκληρῷ βιαιότατα ἀνακρούσας, ἀναστέλλει τῆς ὁρμῆς καὶ πεδήσας ἔχει· καὶ μάτην μὲν τὰ ἱστία μέσα πέπρησται, ἐς οὐδὲν δὲ φυσῶσιν οἱ ἄνεμοι, ἄχος δʼ ἔχει τοὺς πλέοντας. συνιᾶσι δὲ οἱ ναῦται, καὶ τῆς νεὼς γνωρίζουσι τὸ πάθος. καὶ ἐντεῦθεν ἐκτήσατο τὸ ὄνομα· ἐχενηίδα γὰρ καλοῦσιν οἱ πεπειραμένοι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme