Book 2
18
ἀναβαίνει μὲν ἡ τέχνη καὶ ἐς τριγονίαν διδασκαλίας παρʼ Ὁμήρῳ ἡ περὶ τῶν τετρωμένων τε καὶ φαρμάκου δεομένων. παιδεύεται μὲν γὰρ ὁ Μενοιτίου Πάτροκλος ὑπʼ Ἀχιλλέως ἰατρικήν, Ἀχιλλεὺς δὲ ὁ Πηλέως ὑπὸ Χείρωνος τοῦ Κρόνου. καὶ ἐν ἥρωσί τε καὶ θεῶν παισὶν ἦν τὰ μαθήματα φύσιν εἰδέναι ῥιζῶν καὶ πόας διαφόρου χρῆσιν καὶ φαρμάκων κρᾶσιν καὶ ἐπαοιδὰς ἔς τε φλεγμονὴν ἀντιπάλους, καὶ ἀναστεῖλαι αἷμα, καὶ ὅσα ἄλλα ἐκεῖνοί γε ᾔδεσαν· καὶ μέντοι καὶ οἱ τοῦ χρόνου κάτω ἀνίχνευσάν τινα. ἀλλὰ τούτων γε τῶν σοφισμάτων ἡ φύσις οὐδὲν ἐδεῖτο· καὶ κατηγορεῖ ὁ ἐλέφας. ὅταν γοῦν ἐς αὐτὸν ἔλθῃ δόρατα καὶ βέλη πολλά, ἐλαίας πασάμενος ἄνθος ἢ ἔλαιον αὐτό, εἶτα πᾶν τὸ ἐμπεσὸν ἀπεσείσατο, καὶ ἔστιν αὖθις ὁλόκληρος.
19
καὶ τόδε τὸ θαῦμα τοῦδε τοῦ ζῴου ἴδιον. τεκεῖν βρέφος οὐκ οἶδεν ἄρκτος, οὐδὲ ὁμολογήσει τις ἐξ ὠδίνων ἰδὼν τὸ ἔκγονον ζῳογόνον εἶναι αὐτήν, ἀλλὰ ἣ μὲν ἐλοχεύθη, τὸ δὲ εἰκῆ κρέας καὶ ἄσημόν τε καὶ ἀτύπωτον καὶ ἄμορφον. ἣ δὲ ἤδη φιλεῖ καὶ γνωρίζει τὸ τέκνον, καὶ ὑπὸ τοῖς μηροῖς θάλπει, καὶ λεαίνει τῇ γλώττῃ, καὶ ἐκτυποῖ ἐς ἄρθρα, καὶ μέντοι καὶ κατὰ μικρὰ ἐκμορφοῖ, καὶ ἰδὼν ἐρεῖς τοῦτο ἄρκτου σκυλάκιον.
20
κέρατα ἀκλινῆ καὶ ὀρθὰ ἕστηκε ταύροις ἅπασι, καὶ διὰ ταῦτα ὡς ἐς ὅπλον ὁ ἄνθρωπος, οὕτω τοι καὶ ἐς κέρας ὁ ταῦρος τεθύμωται. βόες δὲ Ἐρυθραῖοι κινοῦσι τὰ κέρατα ὡς ὦτα.