Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 3

41 ἵππους μονόκερως γῆ Ἰνδικὴ τίκτει, φασί, καὶ ὄνους μονόκερως ἡ αὐτὴ τρέφει, καὶ γίνεταί γε ἐκ τῶν κεράτων τῶνδε ἐκπώματα. καὶ εἴ τις ἐς αὐτὰ ἐμβάλοι φάρμακον θανατηφόρον, ὁ πιών, οὐδὲν ἐπιβουλὴ λυπήσει αὐτόν· ἔοικε γὰρ ἀμυντήριον τοῦ κακοῦ τὸ κέρας καὶ τοῦ ἵππου καὶ τοῦ ὄνου εἶναι.
42 ὁ πορφυρίων ὡραιότατός τε ἅμα καὶ φερωνυμώτατός ἐστι ζῴων, καὶ χαίρει κονιόμενος, ἤδη δὲ καὶ λοῦται τὸ τῶν περιστερῶν λουτρόν· οὐ πρότερον δὲ ἑαυτὸν ἐπιδίδωσι ταῖς κονίστραις καὶ τοῖς λουτροῖς, πρὶν ἂν βαδίσῃ τινὰ ἀριθμὸν βαδίσεων ἀρκοῦντά οἱ. σιτούμενος δὲ ἐπὶ μαρτύρων ἄχθεται, καὶ διὰ ταῦτα ἀναχωρεῖ, καὶ ὑπολανθάνων ἐσθίει. ζηλότυπος δέ ἐστιν ἰσχυρῶς, καὶ τὰς ὑπάνδρους τῶν γυναικῶν παραφυλάττει, καὶ ἐὰν καταγνῷ μοιχεύεσθαι τῆς οἰκίας τὴν δέσποιναν, ἀπάγχει ἑαυτόν. οὐ πέτεται δὲ ὑψηλός. χαίρουσί γε μὴν οἱ ἄνθρωποι αὐτῷ, καὶ τρέφουσι πεφεισμένως καὶ προμηθῶς αὐτόν. καὶ ἔοικεν ἢ σοβαρᾶς οἰκίας καὶ μέγα πλουσίας ἄθυρμα εἶναι, ἢ ὑποδέχεται νεὼς αὐτόν, καὶ ἄφετος ἀλᾶται εἴσω περιβόλου. τὸν ταὼν μὲν οὖν ὡραῖον ὄντα καὶ καταθύουσι καὶ σιτοῦνται οἱ ἄσωτοι· τοῦ γὰρ ὄρνιθος τὰ μὲν πτερὰ κόσμος ἐστί, τὸ δὲ σῶμα ἤ τι ἢ οὐδέν. πορφυρίωνα δὲ οὐκ οἶδα καταθύσαντα οὐδένα ἐπὶ δείπνῳ, οὐ Καλλίαν οὐ Κτήσιππον τοὺς Ἀθηναίους, οὐ Λεύκολλον οὐχ Ὁρτήσιον τοὺς Ῥωμαίους· εἶπον δὲ ὀλίγους ἐκ πολλῶν ἀσώτους καὶ ἀκρατεστάτους τῇ τε ἄλλῃ καὶ μέντοι καὶ περὶ γαστέρα.
43 ὁ κόραξ ὁ ἤδη γέρων ὅταν μὴ δύνηται τρέφειν τοὺς νεοττούς, ἑαυτὸν αὐτοῖς προτείνει τροφήν· οἳ δὲ ἐσθίουσι τὸν πατέρα. καὶ τὴν παροιμίαν ἐντεῦθέν φασι τὴν γένεσιν λαβεῖν τὴν λέγουσαν ʽκακοῦ κόρακος κακὸν ᾠόν.ʼ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme