Book 3
44
σωφρονέσταται ὀρνίθων αἱ φάτται ᾅδονται. ὁ γοῦν ἄρρην καὶ ὁ θῆλυς συνδυασθέντες καὶ οἱονεὶ συμπνεύσαντες ἐς γάμον ἀλλήλων ἔχονται καὶ σωφρονοῦσι, καὶ οὐκ ἂν ὀθνείου λέχους οὐδέτερος ἅψαιτο τῶν ὀρνίθων τῶνδε. ἐὰν δὲ ἐποφθαλμιάσωσιν ἑτέροις, περιέρχονται αὐτοὺς οἱ λοιποί, καὶ τὸν μὲν ἄρρενα οἱ ὁμογενεῖς διασπῶσιν, αἱ θήλειαι δὲ τὸν θῆλυν. οὗτος ἄρα ὁ τῆς σωφροσύνης νόμος καὶ ἐς τὰς τρυγόνας ἀφικνεῖται καὶ ἄτρεπτος μένει, πλὴν τοῦ μὴ θανατοῦσθαι ἑκάτερον τὸν ὄρνιν· ἐπεὶ τὸν μὲν ἄρρενα ἀναιροῦσι, τὸν δὲ θῆλυν ᾤκτειραν καὶ εἴασαν ἀπαθῆ, καὶ περίεισι χῆρος.
45
Ἀριστοτέλης λέγει τῶν περιστερῶν τοὺς ἄρρενας ταῖς θηλείαις ταῖς τικτούσαις συνωδίνειν καὶ ἀλωμένας τῆς καλιᾶς ἔξω συνωθεῖν τε καὶ συνελαύνειν, καὶ ὅταν τέκωσιν, ἐπῳάζειν ἐκβιάζεσθαι. θάλπειν δὲ καὶ τοὺς ἄρρενας τὰ νεόττια καὶ συνεκτρέφειν ταῖς θηλείαις ὁ αὐτός φησι, καὶ ὑπὲρ τοῦ μὴ κακοσίτους εἶναι τοὺς νεοττοὺς πρώτην τροφὴν διδόναι τοῖς βρέφεσι τοὺς γειναμένους ἁλμυρίδα γῆν, ἧσπερ οὖν γευσάμενα εἶτα μέντοι καὶ τῶν λοιπῶν σιτεῖσθαι ἑτοίμως τὸ ἐντεῦθεν αὐτά. δοκεῖ δέ πως ταῖς περιστεραῖς πρὸς μὲν τοὺς ἄλλους ὄρνιθας τοὺς ἁρπακτικοὺς ἔνσπονδα εἶναι, τοὺς μέντοι ἁλιαέτους καὶ τοὺς κίρκους ὡς πεφρίκασί φασι. πρὸς δὲ τοὺς ἱέρακας οἷα παλαμῶνται ἀκοῦσαι ἄξιον. ὅταν μὲν αὐτὰς διώκῃ ὁ μετάρσιός τε καὶ ἐς ὕψος πεφυκὼς πέτεσθαι, αἳ δὲ ὑπολισθάνουσι καὶ κατωτέρω ἑαυτὰς καθέλκουσι καὶ τὸ πτερὸν πειρῶνται πιέζειν· ὅταν δὲ ὁ κατωτέρω λαχὼν ἐκ τῆς φύσεως τὴν πτῆσιν, αἳ δὲ αἴρονταί τε καὶ μετεωροποροῦσι, καὶ ὑπὲρ αὐτοῦ πετόμεναι θαρροῦσιν, ἀνωτέρω ἄξαι μὴ δυναμένου.