Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 3

2 ἵππου δὲ τῆς Λιβύσσης πέρι Λιβύων λεγόντων ἀκούω τοιαῦτα. ὤκιστοι μέν εἰσιν ἵππων, καμάτου δὲ ἤ τι αἰσθάνονται ἢ οὐδὲ ἕν. λεπτοὶ δὲ καὶ οὐκ εὔσαρκοι, ἐπιτήδειοί γε μὴν καὶ φέρειν ὀλιγωρίαν δεσπότου εἰσίν. οὔτε γοῦν αὐτοῖς κομιδὴν προσφέρουσιν οἱ δεσπόται, οὐ καταψῶντες, οὐ καλινδήθραν ἐργασάμενοι, οὐχ ὁπλὰς ἐκκαθαίροντες, οὐ κόμας κτενίζοντες, οὐ χαίτας ὑποπλέκοντες, οὐ λούοντες καμόντας, ἀλλὰ ἅμα τε διήνυσαν τὸν προκείμενον δρόμον, καὶ ἀποβάντες νέμεσθαι ἱᾶσι. καὶ λεπτοὶ μὲν καὶ αὐχμώδεις οἱ Λίβυες, ἐπὶ τοιούτων δὲ καὶ ἵππων ὀχοῦνται. σοβαροὶ δὲ Μῆδοι καὶ ἁβροί, καὶ μέντοι καὶ οἱ ἐκείνων ἵπποι. φαίης ἂν αὐτοὺς τρυφᾶν σὺν τοῖς δεσπόταις καὶ τῷ μεγέθει τοῦ σώματος καὶ τῷ κάλλει, ἤδη δὲ καὶ τῇ χλιδῇ καὶ τῇ θεραπείᾳ τῇ ἔξωθεν. ταῦτά τοι καὶ περὶ τῶν κυνῶν ἔπεισι νοεῖν μοι. κύων Κρῆσσα κούφη καὶ ἁλτικὴ καὶ ὀρειβασίαις σύντροφος· καὶ μέντοι καὶ αὐτοὶ Κρῆτες τοιούτους αὑτοὺς παραδεικνύασι, καὶ ᾅδει ἡ φήμη. θυμικώτατος δὲ κυνῶν Μολοσσός, ἐπεὶ θυμωδέστατοι καὶ οἱ ἄνδρες. ἀνὴρ δὲ Καρμάνιος καὶ κύων ἀμφότεροι ἀγριωτάτω καὶ μειλιχθῆναι ἀτέγκτω, φασίν.
3 ἴδια δὲ ἄρα φύσεως ζῴων καὶ ταῦτα ἦν. ὗν οὔτε ἄγριον οὔτε ἥμερον ἐν Ἰνδοῖς γίνεσθαι λέγει Κτησίας, πρόβατα δὲ τὰ ἐκείνων οὐρὰς πήχεως ἔχειν τὸ πλάτος πού φησιν.
4 οἱ μύρμηκες οἱ Ἰνδικοὶ οἱ τὸν χρυσὸν φυλάττοντες
5 οὐκ ἂν διέλθοιεν τὸν καλούμενον Καμπύλινον ποταμόν. Ἰσσηδόνες δὲ τούτοις συνοικοῦντες τοῖς μύρμηξι καλοῦνταί τε καί εἰσιν. φαγοῦσα ὄφεως χελώνη καὶ ἐπιτραγοῦσα ὀριγάνου ἐξάντης γίνεται τοῦ κακοῦ, ὃ πάντως αὐτὴν ἀνελεῖν ἔμελλεν. περιστερὰν δὲ ὀρνίθων σωφρονεστάτην καὶ κεκολασμένην ἐς ἀφροδίτην μάλιστα ἀκούω λεγόντων· οὐ γάρ ποτε ἀλλήλων διασπῶνται, οὔτε ἡ θήλεια, ἐὰν μὴ ἀφαιρεθῇ τύχῃ τινὶ τοῦ συννόμου, οὔτε ὁ ἄρρην, ἐὰν μὴ χῆρος γένηται. πέρδικες δὲ ἀκράτορές εἰσιν ἀφροδίτης· οὐκοῦν τὰ ᾠὰ τὰ γεννώμενα ἀφανίζουσιν, ἵνα μὴ ἄγωσιν αἱ θήλειαι παιδοτροφοῦσαι τῆς πρὸς αὐτοὺς ὁμιλίας ἀσχολίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme