Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 3

14 κυβερνήτης ἰδὼν ἐν πελάγει μέσῳ γεράνους ὑποστρεφούσας καὶ τὴν ἔμπαλιν πετομένας, συνεῖδεν ἐναντίου προσβολῇ πνεύματος ἐκείνας ἀποστῆναι τοῦ πρόσω· καὶ τῶν ὀρνέων ὡς ἂν εἴποις μαθητὴς γενόμενος παλίμπλους ἦλθε, καὶ τὴν ναῦν περιέσωσε. καὶ τοῦτο πρῶτον γενόμενον μάθημά τε ὁμοῦ καὶ παίδευμα ὑπὸ τῶνδε τῶν ὀρνίθων τοῖς ἀνθρώποις παρεδόθη.
15 περιστεραὶ ἐν μὲν ταῖς πόλεσι τοῖς ἀνθρώποις συναγελάζονται, καί εἰσι πραόταται, καὶ εἰλοῦνται περὶ τοῖς ποσίν, ἐν δὲ τοῖς ἐρήμοις χωρίοις ἀποδιδράσκουσι, καὶ τοὺς ἀνθρώπους οὐχ ὑπομένουσι. θαρροῦσι μὲν γὰρ τοῖς πλήθεσι, καὶ ὅτι μηδὲν πείσονται δυσχερὲς ἴσασι κάλλιστα. ὅπου δὲ ὀρνιθοθῆραι καὶ δίκτυα καὶ ἐπιβουλαὶ κατʼ αὐτῶν, ἄτρεστα οἰκοῦσιν οὐκέτι, ἵνα εἴπω τὸ ἐπʼ αὐτῶν ἐκείνων λεχθὲν Εὐριπίδῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme