Book 4
1
ἀκολαστότατοι ὀρνίθων οἱ πέρδικές εἰσι. ταῦτά τοι καὶ τῶν θηλειῶν ἐρῶσι δριμύτατα, καὶ τῆς λαγνείας ἡττώμενοι συνεχέστατά εἰσιν οἵδε. οὐκοῦν οἱ τρέφοντες τοὺς ἀθλητὰς πέρδικας, ὅταν αὐτοὺς ἐς τὴν μάχην τὴν κατὰ ἀλλήλων ὑποθήγωσι, τὴν θήλειαν παρεστάναι ποιοῦσιν ἑκάστῳ τὴν σύννομον, σόφισμα τοῦτο δειλίας καὶ κάκης τῆς κατὰ τὴν ἀγωνίαν ἀντίπαλον αὐτοῖς εὑρόντες. οὐ γάρ τί που ἡττώμενος φανῆναι ἢ τῇ ἐρωμένῃ ἢ τῇ γαμετῇ ὁ πέρδιξ ὑπομένει· τεθνήξεται δὲ μᾶλλον παιόμενος ἢ ὁμόσε χωροῦντος ἀποστραφεὶς ἰδεῖν τολμήσει ταύτην ἀσχημόνως, παρʼ ᾗ βούλεται εὐδοκιμεῖν. τοῦτό τοι καὶ Κρῆτες ὑπὲρ τῶν ἐρωμένων ἐνενόουν. ἀκούω γὰρ Κρῆτα ἐραστὴν ἀγαθὸν τά τε ἄλλα καὶ τὰ πολέμια ἔχειν μὲν παιδικὰ εὐγενὲς μειράκιον ὥρᾳ διαπρεπὲς καὶ τὴν ψυχὴν ἀνδρεῖον καὶ πρὸς τὰ κάλλιστα τῶν μαθημάτων πεφυκὸς εὖ καὶ καλῶς, καλούμενον δὲ διʼ ἡλικίαν ἐς ὅπλα μηδέπω ʽεἶπόν γε μὴν ἀλλαχόθι καὶ τοῦ ἐραστοῦ καὶ τοῦ καλοῦ τὸ ὄνομἀ. ἀρετὰς μὲν οὖν ἐν τῇ μάχῃ τὸν νεανίαν ἀποδείξασθαί φασιν οἱ Κρῆτες, ἀθρόας δὲ ἐς αὐτὸν ὠθουμένης τῆς τῶν ἐχθρῶν φάλαγγος προσπταῖσαι νεκρῷ κειμένῳ, καὶ περιτραπῆναι λέγουσιν αὐτόν. τῶν οὖν τις πολεμίων, ὁ μάλιστα πλησίον, ἀνατεινάμενος παίειν ἔμελλε κατὰ τῶν μεταφρένων τὸν ἄνδρα· ὃ δὲ ἐπιστραφεὶς ʽμηδαμῶσʼ εἶπεν ʽαἰσχρὰν καὶ ἀναλκῆ πληγὴν ἐπαγάγῃς, ἀλλὰ κατὰ τῶν στέρνων ἀντίαν παῖσον, ἵνα μή μου δειλίαν ὁ ἐρώμενος καταψηφίσηται, καὶ φυλάξηται περιστεῖλαί με νεκρόν, καὶ μάλα γε ἀσχημονοῦντι προσελθεῖν οὐ τολμῶν.ʼ αἰδεσθῆναι μὲν οὖν ἄνθρωπον ὄντα φανῆναι κακὸν οὔπω θαυμαστόν· πέρδικι δὲ μετεῖναι αἰδοῦς ὑπέρσεμνον τοῦτο ἐκ τῆς φύσεως τὸ δῶρον. Ἀριστόδημος δὲ ὁ τρέσας καὶ Κλεώνυμος ὁ ῥίψας τὴν ἀσπίδα καὶ ὁ δειλὸς Πείσανδρος οὔτε τὰς πατρίδας ᾐδοῦντο οὔτε τὰς γαμετὰς οὔτε τὰ παιδία.