Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 4

22 σκολόπενδρα θαλαττία διαρρήγνυται, ὥς φασιν, ἀνθρώπου προσπτύσαντος αὐτῇ.
23 καρπὸν δὲ ἰτέας εἴ τις θλιβέντα δοίη πιεῖν τοῖς ἀλόγοις, λυπεῖται ἐκεῖνα οὐδὲ ἕν, μᾶλλον δὲ καὶ τρέφεται· πιὼν δὲ ἄνθρωπος τὴν σπορὰν τὴν παιδοποιόν τε καὶ ἔγκαρπον ἀπώλεσε. καί μοι δοκεῖ Ὅμηρος καὶ τὰ τῆς φύσεως ἀπόρρητα ἀνιχνεύσας εἶτα μέντοι καὶ ἰτέαι ὠλεσίκαρποι ἐν τοῖς ἑαυτοῦ μέτροις εἰπεῖν τοῦτο αἰνιττόμενος. κωνείου δὲ ἄνθρωπος πιὼν κατὰ τὴν τοῦ αἵματος πῆξίν τε καὶ ψῦξιν ἀποθνήσκει, ὗς δὲ κωνείου ἐμπίπλαται καὶ ὑγιαίνει.
24 οἱ Ἰνδοὶ τέλειον μὲν ἐλέφαντα συλλαβεῖν ῥᾳδίως ἀδυνατοῦσιν, ἐς δὲ τὰ ἕλη φοιτῶντες τὰ γειτνιῶντα τῷ ποταμῷ εἶτα μέντοι λαμβάνουσιν αὐτῶν τὰ βρέφη. ἀσπάζεται γὰρ ὁ ἐλέφας τὰ ἔνδροσα χωρία καὶ μαλακά, καὶ φιλεῖ τὸ ὕδωρ, καὶ ἐν τοῖσδε τοῖς ἤθεσι διαιτᾶσθαι
25 ἐθέλει, καὶ ὡς ἂν εἴποις ἕλειός ἐστι. λαβόντες οὖν ἁπαλὰ καὶ εὐπειθῆ τρέφουσι κολακείᾳ τε τῇ κατὰ γαστέρα καὶ θεραπείᾳ τῇ περὶ τὸ σῶμα καὶ φωνῇ θωπευτικῇ ʽσυνιᾶσι γὰρ ἐλέφαντες καὶ γλώττης ἀνθρωπίνης τῆς ἐπιχωρίοὐ, καὶ συνελόντι εἰπεῖν ὡς παῖδας αὐτοὺς ἐκτρέφουσι, καὶ κομιδὴν προσάγουσιν αὐτοῖς καὶ παιδεύματα ποικίλα. οἳ δὲ πείθονται. Ὅταν ἀλοητὸς ᾖ, καὶ στρέφωνται περὶ τὸν δῖνον οἱ βόες, καὶ πεπληρωμένη τῶν δραγμάτων ἡ ἅλως ᾖ, ὑπὲρ τοῦ τοὺς βοῦς μὴ ἀπογεύσασθαι τῶν σταχύων βολίτῳ τὰς ῥῖνας ἐπιχρίουσιν αὐτῶν, σόφισμα ἐπινοήσαντες τοῦτο καὶ μάλα γε ἐπιτήδειον. τοῦτο γὰρ τὸ ζῷον μυσαττόμενον τὴν προειρημένην χρῖσιν οὐκ ἄν τινος ἀπογεύσαιτο, οὐδʼ εἰ τῷ βαρυτάτῳ λιμῷ πιέζοιτο.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme