Book 5
49
αἱ ἄρκτοι τῶν θηρατῶν τοὺς ἐς στόμα πεσόντας καὶ τὸ πνεῦμα ἐς ἑαυτοὺς ὤσαντας ὀσφρησάμεναι ὡς νεκροὺς παραλιμπάνουσι, καὶ δοκεῖ τοῦτο τὸ ζῷον νεκρὸν βδελύττεσθαι. μισοῦσι δὲ καὶ οἱ μύες τοὺς ἐν ταῖς ἑαυτῶν διαίταις καὶ καταδρομαῖς ἀποθανόντας, καὶ μέντοι καὶ χελιδὼν ἐκβάλλει χελιδόνα νεκράν. μύρμηκες δέ, καὶ ἐκείνοις ἐκφορᾶς νεκρῶν μέλειν καὶ καθαίρειν τοὺς σφετέρους χηραμοὺς ἡ σοφωτάτη φύσις ἔδωκεν, ἐπεὶ καὶ τοῦτο ἴδιον τῶν ἀλόγων, τὰ ὁμογενῆ τε καὶ ὁμοφυᾶ τεθνεῶτα τῶν ὀφθαλμῶν ἀποφέρειν θᾶττον. λέγουσι δὲ Αἰθιόπων λόγοι αἱμυλίας τε καὶ κόμπου Ἑλληνικοῦ ἄγευστοι ὅτι ἄρα ἐλέφαντα θεασάμενος ἐλέφας νεκρὸν οὐκ ἂν παρέλθοι μὴ τῇ προβοσκίδι γῆν ἀρυσάμενος καὶ ἐπιβαλών, ὡς ὁσίαν τινὰ ἀπόρρητον ὑπὲρ τῆς φύσεως τῆς κοινῆς ἐκτελῶν· εἶναι γὰρ τὸ μὴ δρᾶσαι τοῦτο ἐναγές. ἀπόχρη δέ οἱ καὶ κλάδον ἐπιβαλεῖν, καὶ ἄπεισι τὸ κοινὸν ἁπάντων τέλος μὴ ἀτιμάσας. ἀφῖκται δὲ λόγος ἐς ἡμᾶς καὶ ἐκεῖνος. ὅταν ἐλέφαντες ἀποθνήσκωσιν ἐκ τραυμάτων, ἢ βληθέντες ἐν πολέμῳ ἢ ἐν θήρᾳ παθόντες τοῦτο, τῆς πόας τῆς παρατυχούσης ἢ τῆς κόνεως τῆς ἐν ποσὶν ἀνελόμενοι, ἐς τὸν οὐρανὸν ἀναβλέπουσι καὶ βάλλουσί τι τῶν προειρημένων, καὶ φωνῇ τῇ σφετέρᾳ κινύρονταί τε καὶ ποτνιῶνται, ὥσπερ οὖν τοὺς θεοὺς μαρτυρόμενοι ἐφʼ οἷς ἐκδίκως τε καὶ ἐκνόμως ὑπομένουσιν.