Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 5

50 ἴδια δὲ ἄρα τῶν ζῴων καὶ ταύτῃ δήπου καταγνῶναι πάρεστι. τοὺς γοῦν ὄρνεις τοὺς ἠθάδας καὶ τοὺς ἐν ποσὶ τρεφομένους τε καὶ ἐξεταζομένους ὁρῶμεν ἵππους καὶ ὄνους καὶ βοῦς καὶ καμήλους θαρροῦντας· εἰ δὲ καὶ ἐλέφαντί που πράῳ καὶ ἡμέρῳ συντρέφοιντο, οἳ δὲ οὐκ ὀρρωδοῦσιν, ἀλλὰ καὶ διʼ αὐτῶν ἐκείνων ἔρχονται. ἤδη δὲ ἀλεκτρυόνες καὶ ἐπὶ τὰ νῶτα αὐτῶν ἀναπέτονται· τοσοῦτον αὐτοῖς τοῦ θάρσους περίεστι καὶ τοῦ ἀδεοῦς. πτοίαν δὲ αὐτοῖς ἐντίθησι καὶ δέος ἰσχυρὸν γαλῆ παραδραμοῦσα. καὶ μυκήσεων μὲν καὶ ὀγκήσεων οὐ ποιοῦνται ὤραν, κρίξασαν δὲ ἄρα μόνον πεφρίκασι τὴν προειρημένην. χηνῶν δὲ καὶ κύκνων καὶ στρουθῶν τῶν μεγάλων ἤ τι ἢ οὐδὲν φροντίζουσιν, ἱέρακα δὲ βραχύτατον ὄντα ὀρρωδοῦσιν. ὁ δὲ ἀλεκτρυὼν ᾅσας φοβεῖ μὲν λέοντα, ἀναιρεῖ δὲ βασιλίσκον· οὐ μὴν φέρει οὔτε αἰλούρους οὔτε ἰκτίνους. αἱ δὲ περιστεραὶ ἀετῶν μὲν κλαγγὴν καὶ γυπῶν θαρροῦσι, κίρκων δὲ καὶ ἁλιαέτων οὐκέτι. ἡ δὲ ποίμνη καὶ ὁ ἔριφος καὶ πώλιον πᾶν ἐπὶ τὰς μητρῴας θηλὰς ἔρχεται γεννηθέντα παραχρῆμα, καὶ μέντοι καὶ τῶν οὐθάτων σπῶντα ἐμπίπλαται· πολυπραγμονεῖ δὲ τὸ τεκὸν οὐδὲ ἕν, ἀλλὰ ἕστηκεν. ὕπτια δὲ παραβάλλει τὰς θηλὰς τοῖς βρέφεσι τὰ σχιζόποδα πάντα, λύκοι καὶ κύνες καὶ λέαιναι καὶ παρδάλεις.
51 Πολυφωνότατα δὲ τὰ ζῷα καὶ πολύφθογγα ὡς ἂν εἴποις ἡ φύσις ἀπέφηνεν, ὥσπερ οὖν καὶ τοὺς ἀνθρώπους. ὁ γοῦν Σκύθης ἄλλως φθέγγεται καὶ ὁ Ἰνδὸς ἄλλως, καὶ ὁ Αἰθίοψ ἔχει φωνὴν συμφυᾶ καὶ οἱ Σάκαι· φωνὴ δὲ Ἑλλὰς ἄλλη, καὶ Ῥωμαία ἄλλη. οὕτω τοι καὶ τὰ ζῷα ἄλλο ἄλλως προΐεται τὸν συγγενῆ τῆς γλώττης ἦχόν τε καὶ ψόφον· τὸ μὲν γὰρ βρυχᾶται, μυκᾶται δὲ ἄλλο, καὶ χρεμέτισμα ἄλλου καὶ ὄγκησις ἄλλου βληχηθμός τε καὶ μηκασμός, καί τισι μὲν ὠρυγμός, τισὶ δὲ ὑλαγμὸς φίλον, καὶ ἄλλῳ ἀρράζειν· κλαγγαὶ δὲ καὶ ῥοῖζοι καὶ κριγμοὶ καὶ ᾠδαὶ καὶ μελῳδίαι καὶ τραυλισμοὶ καὶ μυρία ἕτερα δῶρα τῆς φύσεως ἴδια τῶν ζῴων ἄλλα ἄλλων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme