Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 5

52 ἀνὰ τὴν χώραν τὴν Αἰγυπτίαν ἀσπίδες φωλεύουσι τοῦ Νείλου πλησίον ἐπὶ τῆς ὄχθης ἑκατέρας. καὶ τὸν μὲν ἄλλον χρόνον φιλοχωροῦσι καὶ ἀγαπῶσιν, ὡς τὰς οἰκίας τὰς σφετέρας οἱ ἄνθρωποι· μέλλοντος δὲ τοῦ ποταμοῦ κατὰ τὴν ὥραν τὴν θέρειον ἀναπλεῖν, πρὸ τριάκοντά που ἡμερῶν αἱ προειρημέναι ἀσπίδες μετοικίζονται ἐς τὰ ἀπωτέρω τοῦ Νείλου χωρία, καὶ τοὺς ὄχθους τοὺς ὑπερέχοντας ἐσέρπουσι, καὶ μέντοι καὶ τὰ σφῶν αὐτῶν ἔκγονα ἐπάγονται, δῶρον τοῦτο ἴδιον λαχοῦσαι παρὰ τῆς φύσεως εἰδέναι ποταμοῦ τοσούτου καὶ οὕτως ἐργατικοῦ τὴν ἀνὰ πᾶν ἔτος ἐπιδημίαν, καὶ τὴν ἐξ αὐτοῦ κατάληψίν τε καὶ λύμην φυλάττεσθαι. καὶ αἱ χελῶναι δὲ καὶ οἱ καρκίνοι καὶ οἱ κροκόδειλοι τὰ ᾠὰ κατὰ τὴν ὥραν τὴν αὐτὴν μετακομίζουσιν ἐς τὰ ἄβατα τῷ ποταμῷ καὶ ἀνέφικτα· καὶ ἐντεῦθεν ἤδη λογίζονται οἱ ἐντυγχάνοντες τοῖς τῶν προειρημένων ᾠοῖς ὁ Νεῖλος ἀνελθὼν ἐς πόσον ἐπαρδεύσει σφίσι τὴν γῆν.
53 οἱ ἵπποι οἱ ποτάμιοι τοῦ Νείλου μέν εἰσι τρόφιμοι· ὅταν δὲ τὰ λήια ἐνακμάζῃ καὶ ὦσιν οἱ στάχυες ξανθοί, οὐκ ἂρχονται παραχρῆμα κείρειν αὐτοὺς καὶ ἐσθίειν, ἀλλὰ παραμείβοντες ἔξωθεν τὸ λήιον στοχάζονται πόσον αὐτοὺς ἐμπλήσει μέτρον, εἶτα λογισάμενοι τὸ ἀποχρῆσον σφίσιν ἐμπίπτουσι καὶ ἀναχωροῦσιν ἐπὶ πόδα ἐμπιπλάμενοι, τὸ ῥεῦμα τοῦ ποταμοῦ κατὰ νώτου λαβόντες. πεφιλοσόφηται δὲ ἄρα τοῦτο αὐτοῖς, ἵνα εἴ τινες τῶν γεωργῶν ἐπίοιεν ἀμυνούμενοι, οἳ δὲ ἐκ τοῦ ῥᾴστου ἐς τὸ ὕδωρ καταδραμεῖν ἔχοιεν, τοὺς πολεμίους ἀντιπροσώπους, ἀλλὰ οὐκ ὄπισθεν οἱ ἵπποι οὗτοι δοκεύοντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme