Book 6
2
τὰ ἄλογα καὶ τῶν συνήθων σφίσι γενομένων ἀπέχεσθαι φιλεῖ καὶ φείδεσθαι πολλάκις. ἀκούω γοῦν τὸν λόγον ἐκεῖνον. πάρδαλιν ἐκ νηπίου θηρατὴς ἀνὴρ ἡμερώσας εἶχεν, οἷα δήπου φίλην ἢ ἐρωμένην ἀγαπῶν καὶ περιέπων ἰσχυρῶς. οὐκοῦν ἔριφον αὐτῇ φέρων ζῶντα ἐδίδου, τροφὴν ἐν ταὐτῷ καὶ ἡδονήν τινα ἐπινοήσας τῷ θηρίῳ ἐν τῷ διασπᾶν τὸν ἔριφον, ἀλλὰ μὴ δοκεῖν ἐσθίειν κενέβρειόν τε καὶ θνησείδιον. καὶ δὴ κομισθέντος τοῦ ἐρίφου ἣ δὲ ἐγκρατῶς ἔσχε, δεομένη ἀπόσιτος εἶναι διὰ πλησμονήν. ἔδρασε δὲ καὶ τῇ δευτέρᾳ τοῦτο· ἐδεῖτο γὰρ ἔτι ὡς φαρμάκου τοῦ λιμοῦ. τῆς δὲ τρίτης ἐπιστάσης ἡμέρας ἐπείνη μὲν καὶ συνήθως ἐπεδείκνυτο τοῦτο τῷ φθέγματι, οὐ μὴν τοῦ ἐρίφου γενομένου δύο ἡμερῶν ἑαυτῇ φίλου ἔτι προσήψατο, ἀλλὰ ἐκεῖνον μὲν εἴασεν, ἄλλον δὲ ἔλαβεν. ἄνθρωποι δὲ καὶ ἀδελφοὺς προύδοσαν καὶ τοὺς γειναμένους καὶ φίλους ἀρχαίους, καὶ πολλοὶ πολλάκις.