Book 6
50
Κλεάνθην τὸν Ἄσσιον κατηνάγκασε καὶ ἄκοντα εἶξαι καὶ ἀποστῆναι τοῖς ζῴοις τοῦ καὶ ἐκεῖνα λογισμοῦ μὴ διαμαρτάνειν ἀντιλέγοντα ἰσχυρῶς καὶ κατὰ κράτος ἱστορία τοιαύτη φασίν. ἔτυχεν ὁ Κλεάνθης καθήμενος καὶ μέντοι καὶ σχολὴν ἄγων μακροτέραν ἄλλως. οὐκοῦν μήρμηκες περὶ τοῖς ποσὶν ἦσαν αὐτῷ πολλοί. ὃ δὲ ἄρα ὁρᾷ ἐξ ἀτραποῦ τινος ἑτέρας νεκρὸν μύρμηκα μύρμηκας ἄλλους κομίζοντας ἐς οἶκον ἑτέρων καὶ ἑαυτοῖς οὐ συντρόφων, καὶ ἐπί γε τῷ χείλει τῆς μυρμηκιᾶς ἑστῶτας αὐτῷ νεκρῷ, καὶ ἀνιόντας κάτωθεν ἑτέρους καὶ συνιόντας τοῖς ξένοις ὡς ἐπί τινι εἶτα κατιόντας τοὺς αὐτούς, καὶ πλεονάκις τοῦτο. καὶ τελευτῶντας σκώληκα οἱονεὶ λύτρα κομίσαι, τοὺς δὲ ἐκεῖνον μὲν λαβεῖν, προέσθαι δὲ ὅνπερ οὖν ἐπήγοντο νεκρόν. καὶ ἐκείνους ὑποδέξασθαι ἀσμένως ὡς υἱὸν κομιζομένους ἢ ἀδελφόν. τί οὖν πρὸς ταῦτα Ἡσίοδος λέγει, λέγων ὅτι ἄρα ὁ Ζεὺς τὰς φύσεις ἀπέκρινε, καὶ οὖν καὶ ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἔδωκεν ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς, ἀνθρώποισι δʼ ἔδωκε δίκην; ἀλλʼ οὐκ ἐρεῖ ταῦτα ὁ Πρίαμος, εἴ γε καὶ ἐκεῖνος τὸν Ἕκτορα ἐλύσατο πολλῶν κειμηλίων καὶ θαυμαστῶν παρὰ τοῦ ἀνθρώπου ὁ ἄνθρωπος καὶ τοῦ ἥρωος καὶ τοῦ Διὸς ἐκγόνου καὶ ἐκεῖνος ὢν ἔκγονος τοῦ Διός.