Book 6
52
σοφὸν ἐλέφαντος ἔργον εἰ παραλίποιμι, φήσει μέ τις ἀγνοήσαντα οὐκ εἰπεῖν. ἔστι δὲ καὶ ἀκοῆς ἄξιον, καὶ διὰ ταῦτα ἀκούσωμεν αὐτοῦ. ὁ τῆς τούτου κομιδῆς ἐγχειρισθεὶς τὴν φροντίδα τῶν μὲν κριθῶν ὑφῄρει, λίθους δὲ ὑποπάττων ἐκείνῳ μὲν ἄβρωτον τὸ πλεῖστον εἰργάζετο, ἀπέσωζε δὲ τὸν ὄγκον τοῦ μέτρου πρὸς τὸν ἐπισκοποῦντα ἀμφοῖν δεσπότην. καὶ τέως διελάνθανεν. οὐκοῦν ὁ ἐλέφας ἀθάρην ἰδὼν ἕψοντα τὸν ἐπίβουλόν οἱ, τῆς ἄμμου τῆς ἐν ποσὶ τῇ προβοσκίδι χύδην ἀναλαβὼν ἐνέβαλεν ἐς τὴν χύτραν καὶ ἠμύνατο ἀνθʼ ὧν ἔπαθε διʼ ὧν ἐποίησεν εὐμηχάνως.
53
οἱ μὲν ἄλλοι κύνες καὶ ἑλεῖν καὶ ἀνιχνεῦσαι τὰ θηρία σοφοί, οἱ δὲ Αἰγύπτιοι φυγεῖν δεινότατοι. τὰ γοῦν ἐν τῷ Νείλῳ δεδιότας ἄγει μὲν αὐτοὺς τὸ δίψος πιεῖν, ἡσυχῆ δὲ καὶ ἐς κόρον πιεῖν τὸ δέος οὐ συγχωρεῖ. καὶ διὰ ταῦτα οὐ πίνουσιν ἐπικύψαντες, ὡς ἂν μή τι τῶν κάτωθεν ἀνερπύσαν εἶτα ἐξαρπάσῃ αὐτούς. οὐκοῦν τὴν μὲν ὄχθην παραθέουσι, λάπτουσι δὲ τῇ γλώττῃ, ἁρπάζοντες ὡς ἂν εἴποι τις ἢ καὶ νὴ Δία κλέπτοντες τὸ πῶμα.
54
ἐχῖνος, οὐχ ὁ θαλάσσιος, ἀλλʼ ὁ χερσαῖος, πολλὰ μὲν καὶ ἄλλα ὥς ἐστι πανοῦργος ἤδη μοι λέλεκται, ὃ δὲ οὐκ εἶπον αὐτοῦ δολερὸν ἔργον, τοῦτο εἰρήσεται τὰ νῦν. μέλλων ἁλίσκεσθαι ἑαυτὸν συνειλήσας ἄληπτον ἐργάζεται, εἶτα μέντοι καὶ πιέζει τὸ πνεῦμα καὶ ἀκίνητος ἀτρεμεῖ καὶ τὸν τεθνεῶτα ὑποκρίνεται.
55
αἱ λεπάδες, οὐκ ἂν αὐτὰς ἀποσπάσειας τῶν πετρῶν, οὐδὲ εἰ λάβοις δακτύλοις τοῖς τοῦ Μίλωνος, ὅσπερ οὖν ἐγκρατέστατα καὶ εὐλαβέστατα τὴν ῥοιὰν κατεῖχεν, ὡς μὴ αὐτὴν ἀφελέσθαι τῶν ἀντιπάλων τινὰ τῆς δεξιᾶς αὐτοῦ. ὅστις δὲ ἐπιχειρεῖ λεπάδα ἀποσπάσαι τῆς πέτρας, ᾗ προσέχεται, γελᾶται μογῶν καὶ παρέχει θυμηδίαν. ἀδυνατεῖ γοῦν ἐγκρατὴς οὗ σπεύδει γενέσθαι. ξυομένη δὲ σιδήρῳ σχίζεται ἀπὸ τῆς πέτρας ὀψέ.