Book 6
56
στρατεύονται δὲ ἄρα οἱ Λίβυες οὐ μόνον ἐπὶ τοὺς γείτονας, ἵνα αὐτῶν πλέον ἔχωσιν, ἀλλὰ καὶ ἐπὶ τοὺς ἐλέφαντας. καὶ ἴσασί γε ἐκεῖνοι τῆς ὁδοῦ τῆς ἐπʼ αὐτοὺς τὴν ὑπόθεσιν οὐδὲν ἕτερον εἶναι ἢ τοὺς ὀδόντας. οἱ τοίνυν πηρωθέντες τὸν ἕτερον ἐπὶ μετώπου ἑστᾶσι, τῶν λοιπῶν προβαλλομένων αὐτούς, ἵνα οἳ μὲν ὑποδέχωνται τὴν πρώτην ὁρμήν, οἳ δὲ ἀμύνωσιν ἀκεραίῳ τῇ τῶν ὀδόντων ῥώμῃ καὶ ἰσοπαλεῖ, ἴσως δὲ τῶν Λιβύων καὶ καταφιλοσοφοῦντες καὶ ἐπιδεικνύντες αὐτοῖς ὅτι ἄρα οὐχ ὑπὲρ μεγάλου τοῦ ἄθλου κινδυνεύσοντες ἥκουσι. χρῶνται δὲ ἄρα τῷ μὲν τῶν ὀδόντων ὡς ὅπλῳ, καὶ τεθηγμένον αὐτὸν φυλάττουσι, τῷ δὲ ὡς σμινύῃ· καὶ γὰρ ἐν αὐτῷ ῥίζας ὀρύττουσι καὶ δένδρα ἐκμοχλεύσαντες ὑποκλίνουσιν.
57
οὐ μόνον δὲ ἄρα ἦσαν ὑφαντικαὶ αἱ φάλαγγες καὶ εὔχειρες κατὰ τὴν Ἀθηνᾶν τὴν Ἐργάνην τε καὶ Πηνῖτιν θεάν, πεφύκασι δὲ καὶ γεωμετρίαν δειναί. τὸ γοῦν κέντρον φυλάττουσι καὶ τὸν ἐξ αὐτοῦ κύκλον καὶ τὴν περιφέρειαν ἀκριβοῦσιν ἰσχυρῶς, καὶ Εὐκλείδου δέονται οὐδὲ ἕν· κάθηνται γὰρ ἐν τῷ κέντρῳ μέσῳ ἐλλοχῶσαι τὴν ἑαυτῶν ἄγραν. εἰσὶ δὲ ὡς εἰπεῖν καὶ ὑφάντριαι γενναῖαι καὶ ἀκεστικὴν εὐπάλαμοι· καὶ ὅ τι ἂν διαρρήξῃς ἐκείνων τῆς εὐπήνου τε καὶ εὐμίτου σοφίας, αἳ δὲ ἀνακοῦνται, καὶ ἀπαθὲς καὶ ὁλόκληρον αὖθις ἀποδείκνυνται.