Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 6

59 τὸ δὲ ἐνθυμηματικὸν καὶ διαλεκτικὸν καὶ τὸ τοῦδε μᾶλλον ἢ τοῦδε αἱρετικὸν εἰ καὶ τὰ ζῷα οἶδεν, εἰκότως ἂν εἴποιμεν διδάσκαλον τῶν ὅλων τὴν φύσιν ἄμαχον. ἐμοὶ γοῦν τις γευσάμενος διαλεκτικῆς καὶ κυνηγεσίων ἁμωσγέπως ἐχόμενος τοιαῦτα ἔλεγεν. ἦν θηρατικὴ κύων, ἦ δʼ ὅς. οὐκοῦν λαγὼ κατʼ ἴχνια ᾔει. καὶ ὃ μὲν οὐχ ἑωρᾶτό πω, μεταθέουσα δὲ ἡ κύων ἐντυγχάνει που τάφρῳ, καὶ διαπορεῖ ἆρά γε ἐπὶ δεξιὰ ἄμεινον ἢ ἐπὶ θάτερα διώκειν· ὡς δʼ ἀποχρώντως ἐδόκει σταθμήσασθαι, εἶτα εὐθύωρον ὑπερεπήδησεν. ὁ φάσκων οὖν διαλεκτικός τε εἶναι καὶ θηρατικὸς ταύτῃ πη συνάγειν τὴν ὑπὲρ τῶν λεχθέντων ἐπειρᾶτο ἀπόδειξιν. ἐπιστᾶσα ἡ κύων ἐσκοπεῖτο καὶ πρὸς ἑαυτὴν ἔλεγεν ʽἤτοι τῇδε ἢ τῇδε ἢ ἐκείνῃ ὁ λαγὼς ἐτράπετο. οὔτε μὴν τῇδε οὔτε τῇδε· ἐκείνῃ ἄρα.ʼ καὶ οὔ μοι ἐδόκει σοφίζεσθαι· τῶν γὰρ ἰχνῶν μὴ ὁρωμένων ἐπὶ τάδε τῆς τάφρου, κατελείπετο ὑπερπηδῆσαι τὸν λαγὼν αὐτήν. εἰκότως οὖν ἐπήδησε καὶ αὐτὴ κατʼ αὐτόν· ἰχνευτικὴ γὰρ καὶ εὔρινος ἐκείνη γε ἡ κύων ἦν.
60 Μασσαγέται μέν, ὡς Ἡρόδοτος λέγει, τὸν φαρετρεῶνα πρό γε ἑαυτῶν κρεμάσαντες, εἶτα μέντοι ὁμιλεῖ τῇ θηλείᾳ ὁ ἄρρην ἐμφανῶς, εἰ καὶ ὁρῷεν αὐτοὺς οἱ πάντες, πεφροντικότες οὐδὲν ἐκεῖνοί γε. καμήλων δὲ ὁμιλία οὐκ ἄν ποτε ἐμφανὴς γένοιτο, οὐδὲ ὁρώντων οἱονεὶ μαρτύρων· ἀλλὰ εἴτε αἰδῶ φαμεν εἴτε φύσεως δῶρον ἀπόρρητον, ταῦτα Δημοκρίτῳ τε καὶ τοῖς ἄλλοις καταλείπωμεν ἐλέγχειν τε καὶ τὰς αἰτίας λέγειν ἱκανοῖς ὑπὲρ τῶν ἀτεκμάρτων τε καὶ οὐ συμβλητῶν. ἤδη δὲ καὶ ὁ νομεὺς ἀπαλλάττεταί ποι, ὅταν αἴσθηται τῆς συμφοιτήσεως αὐτοῖς τῆς πρὸς ἀλλήλους τὴν ὁρμήν, ὥσπερ οὖν ἀφιστάμενος παριοῦσιν ἐς θάλαμον νύμφῃ τε καὶ νυμφίῳ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme