Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 6

5 οἱ ἔλαφοι τὰ κέρατα ἀποβαλόντες ἐσδύνονται παρελθόντες ἐς τὰς λόχμας, τοὺς ἐπιόντας σφίσι φυλαττόμενοι, καὶ εἰκότως· ἔρημοι γὰρ τῶν ἀμυντηρίων ὄντες ἀφῃρῆσθαι καὶ τὴν ἀλκὴν πεπιστεύκασιν ἐν τῷ τέως. λέγονται δὲ καὶ φυλάττεσθαι μή ποτε ἄρα νεαροῖς οὖσιν αὐτῶν τοῖς στελέχεσιν εἶτα προσπίπτουσα ἡ ἀκτὶς πρὶν ἢ παγῆναι καὶ τοὺς καλουμένους χόνδρους λαβεῖν ἣ δὲ τὴν σάρκα ὑποσήψῃ.
6 οἱ παριόντες ἐς πόλεμον ἵπποι ὑπόπτους ἔχουσι καὶ τάφρων πηδήσεις καὶ ἅλλεσθαι βόθρον καὶ διαβῆναι σταυροὺς καὶ σκόλοπας καὶ τὰ τοιαῦτα. πάρεστι δὲ καὶ Ὁμήρου λέγοντος ἀκούειν ὑπὲρ τῶν τοιούτων ὥς Ἕκτωρ ἀνʼ ὅμιλον ἰὼν ἐλλίσσεθʼ ἐταίρους, τάφρον ἐποτρύνων διαβήμεναι. οὐδέ οἱ ἵπποι τόλμων ὠκύποδες, μάλα δὲ χρεμέτιζον ἐπʼ ἄκρῳ χείλει ἐφεσταότες· ἀπὸ γὰρ δειδίσσετο τάφρος εὐρεἶ, οὔτʼ ἄρʼ ὑπερθορέειν σχεδὸν οὔτε περῆσαι ῥηιδίη.
7 ἐν τῇ Αἰγύπτῳ περὶ τὴν λίμνην τὴν καλουμένην Μοίριδος, ὅπου Κροκοδείλων πόλις, κορώνης τάφος δείκνυται, καὶ τὴν αἰτίαν ἐκείνην Αἰγύπτιοί φασι. τῷ βασιλεῖ τῷ τῶν Αἰγυπτίων Μ̔άρης δὲ οὗτος ἐκαλεῖτὀ ἦν κορώνης θρέμμα πάνυ ἥμερον, καὶ τῶν ἐπιστολῶν ἃς ἐβούλετό οἱ κομισθῆναί ποι θᾶττον ἐκόμιζεν αὕτη, καὶ ἦν ἀγγέλων ὠκίστη, καὶ ἀκούσασα ᾔδει ἔνθα ἰθῦναι χρὴ τὸ πτερόν, καὶ τίνα χρὴ παραδραμεῖν χῶρον, καὶ ὅπου ἥκουσαν ἀναπαύσασθαι. ἀνθʼ ὧν ἀποθανοῦσαν ὁ Μάρης ἐτίμησεν αὐτὴν καὶ στήλῃ καὶ τάφῳ.
8 ἴδιον δὲ καὶ ὄνομα τῆς κατὰ τροφὴν κομιδῆς ἕκαστα τῶν ζῴων κέκτηται. πωλοδαμνικὴ γοῦν κληθείη τις ἂν καὶ σκυλακοτροφικὴ καὶ ἐλεφαντοκομία καὶ λεοντοτροφία καὶ ὀρνιθοτροφία καὶ τὰ τοιαῦτα.
9 σοφὰ δὲ ἄρκτου ἦν ἄρα ἐκεῖνα. ἐὰν διώκηται μετὰ τῶν αὑτῆς σκυλακίων, προωθεῖ αὐτὰ ἐς ὅσον δύναται· ὅταν δὲ συνίδῃ ὅτι ἀπεῖπε, τὸ μὲν κατὰ τοῦ νώτου φέρει, τὸ δὲ κατὰ τοῦ στόματος, καὶ δένδρου λαβομένη ἀναπηδᾷ· καὶ τὸ μὲν ἔχεται τοῦ νώτου τοῖς ὄνυξι, τὸ δὲ ἐν τοῖς ὀδοῦσι φέρεται ἀναθεούσης

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme