Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 6

20 σιωπῶσαν τρωξαλλίδα, ἁλκυόνας τε ἐπὶ τούτοις καὶ ψιττακούς· τῶν δὲ ἐνύδρων ὀλολυγὼν οὐ σιωπᾷ. φθέγγεται δὲ αὐτῶν τὰ μὲν γοερὰ καὶ θηλύφωνα, τὰ δὲ ὄρθια καὶ διάτορα· καὶ τὰ μὲν ἀπὸ τῶν κλάδων ἐπὶ τοὺς κλάδους μεταθέοντα ᾅδει, ὥσπερ οὖν οἴκους ἐξ οἴκων ἀμείβοντα, τὰ δὲ ἐν τοῖς λειμῶσι κατᾴδει, οἱονεὶ πανηγυρίζοντα, καὶ βίον ὡς ἂν εἴποις ἀνθηρὸν καὶ ἁβρὸν διαιτώμενα τὴν ἦρος ἐπιδημίαν μελῳδίαις ἔγωγʼ ἂν φαίην εὐφημεῖ. κύκνων δὲ πέρι καὶ ὅτου θεῶν θεράποντές εἰσιν ἀνωτέρω εἶπον. ἡ κίττα δʼ οὖν καὶ τῶν ἄλλων φωνημάτων μιμηλότατόν ἐστι, τοῦ δὲ ἀνθρωπικοῦ πλέον. ἰδιάξει δὲ ταῖς μιμήσεσι τῶν τοιούτων ὅ τε ἄνθος καλούμενος καὶ ἡ σάλπιγξ καὶ ἡ ἴυγξ καὶ ὁ κόραξ. καὶ ὁ μὲν ἄνθος ὑποκρίνεται χρεμέτισμα ἵππου, τὴν σάλπιγγα δὲ ἡ ὁμώνυμος, καὶ τὸν πλάγιον ἡ ἴυγξ αὐλόν· βούλεται δὲ τῶν ὄμβρων μιμεῖσθαι τὰς σταγόνας ὁ κόραξ. σκορπίων μὲν ὁ ἄρρην ἐστὶ χαλεπώτατος, ὁ δὲ θῆλυς δοκεῖ πραότερος. ἀκούω δὲ αὐτῶν λευκὸν εἶναι καὶ αὖ πάλιν πυρρόν τινα, καὶ καπνώδη ἄλλον καὶ μέλανα ἐπὶ τούτοις· πέπυσμαι δὲ καὶ χλωρὸν καὶ γαστρώδη τινά καὶ καρκινώδη ἄλλον· τόν γε μὴν χαλεπώτατον φλογώδη ᾅδουσι. παρείληφα δὲ ἄρα φήμῃ καὶ πτερωτοὺς καὶ δικέντρους τινάς· καί που ἑπτὰ ἔχων σφονδύλους ὤφθη τις. σκορπίος δὲ οὐκ ᾠὰ ἀλλὰ ζῷα ἀποτίκτει. χρὴ δὲ εἰδέναι ὅτι καί φασί τινες οὐκ ἐκ τῆς πρὸς ἀλλήλους ὁμιλίας γίνεσθαι τὴν ἐπιγονὴν τοῖς ζῴοις τοῖσδε, ἀλλʼ ἐς τὰ καύματα ἄγαν τίκτειν σκορπίους. ἐγχρίσας δὲ ἕκαστος αὐτῶν τὸ κέντρον ὁποῖα ἐργάζεται καὶ ἀναιρεῖ τίνα τρόπον ἀλλαχόθεν εἴσεσθε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme