Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 7

1 πέπυσμαι δὲ ἄρα καὶ ἀριθμητικῆς τὰς βοῦς οὐκ ἀμοίρους εἶναι τὰς Σουσίδας. καὶ ὡς οὐκ ἔστιν ἄλλως κόμπος τὸ εἰρημένον, μάρτυς ὁ λόγος ὁ λέγων ἐν Σούσοις τῷ βασιλεῖ βοῦς ἐς τοὺς παραδείσους πολλὰς ἐς τὰ ἡττον ἐπίρρυτα ἀντλεῖν ἑκάστην κάδους ἑκατόν. οὐκοῦν ἢ τὸν ἐπινησθέντα αὐταῖς ἢ τὸν συντραφέντα ἐκ πολλοῦ μόχθον προθυμότατα ἐκτελοῦσι, καὶ οὐκ ἂν βλακεύουσάν τινα θεάσαιο· εἰ δὲ πέρα τῆς προειρημένης ἑκατοντάδος ἕνα γοῦν προσλιπαρήσειας κάδον ἀνιμήσασθαι, οὐ πείσεις οὐδὲ ἀναγκάσεις οὔτε παίων οὔτε κολακεύων. λέγει Κτησίας.
2 ὑπὸ τοῖς ποσὶ τοῦ Ἄτλαντος ʽὄρος δὲ ἄρα τοῦτο ὑμνεῖται καὶ ὑπὸ τῶν συγγραφέων καὶ μέντοι καὶ ὑπὸ τῶν ποιητῶνʼ νομαί τέ εἰσι θαυμασταὶ καὶ ὗλαι βαθύταται, καὶ τό γε δάσος αὐτῶν ἔοικεν ἄλσεσι πάνυ σκιεροῖς καὶ συνηρεφέσιν. ἐνταῦθα δήπου τοὺς ἤδη παλαιοὺς τῶν ἐλεφάντων φασὶν ἀφικνεῖσθαι, γήρᾳ βαρεῖς ὄντας· ἄγει δὲ αὐτοὺς ἄρα ἡ φύσις ὥσπερ οὖν ἐς ἀποικίαν, ἀναπαύσασα ἤδη καὶ οἷον ὅρμον τινὰ καὶ λιμένα ποθητὸν ἀποφήνασα αὐτοῖς, ὅπου τοῦ βίου τοῦ σφετέρου τὸ λοιπὸν καταζήσουσιν. ἀνεῖται δὲ αὐτοῖς καὶ πηγὴ ποτίμου τε ὕδατος καὶ καθαροῦ μάλα ἄφθονος, νομίζονταί τε ἱεροί, καὶ ἀφίενται ἄσυλοι, καὶ παρά γε τῶν βαρβάρων τῶντῇ δε εἰλήφασιν ἐς ἀθηρίαν σπονδάς, ᾅδονται τε ὡς ὑλαίοις τισὶ θεοῖς καὶ ναπαίοις τοῦ χώρου δεσπόταις πάνυ μέλονται. διαρρεῖ δὲ ὑπὲρ αὐτῶν καὶ ἐκεῖνος ὁ λόγος ὡς ἄρα τις τῶν βασιλέων τῶν ἐπιχωρίων ἐπόθησε διὰ τὸ κάλλος τῶν ὀδόντων καὶ τὸ μέγεθος ἀποκτεῖναί τινας αὐτῶν, ἵνα οἱ γένηται κτῆμα ἐξαίρετον· εἶναι γὰρ διά τε πολυετίαν καὶ πλῆθος χρόνου μέγιστον μέγιστα ἐκείνων τῶν ζῴων ταῦτα τὰ ὅπλα. ὡς δὲ ἐσῆλθεν ἥδε ἡ ἐπιθυμία αὐτόν, τριακοσίους λογάδας ἐξέπεμψε κατακοντιοῦντας τήνδε τὴν ἱερὰν ἀγέλην. καὶ οἳ μὲν ᾗ ποδῶν εἶχον διανύσαντες τὴν ὁδὸν ὡπλισμένοι καὶ δὴ τῷ χωρίῳ προσεπέλαζον, λοιμὸς δὲ αὐτοὺς ἄφνω συλλαβὼν κατέστρωσε, καὶ πλὴν ἑνὸς οἱ πάντες ἀπολώλασιν, ὅσπερ οὖν ἐπανελθὼν τὸ πάθος διηγήσατο τῷ πέμψαντι καὶ μάλα γε οἴκτιστον. οὕτω μὲν δὴ καὶ θεοφιλεῖς ἐφωράθησαν ὄντες ἐλέφαντες.
1 / 27 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme