Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 7

21 κακοηθέστατον δὲ ἄρα τῶν ζῴων ὁ πίθηκος ἦν, καὶ ἔτι πλέον ἐν οἷς πειρᾶται μιμεῖσθαι τὸν ἄνθρωπον. αὐτίκα γοῦν ἰδὼν ἐξ ἀπόπτου τροφὸν λούουσαν παιδίον ἐν σκάφῃ, καὶ πρῶτον μὲν ὑπολύουσαν τὰ σπάργανα, εἶτα ἐκ τοῦ λουτροῦ κατειλοῦσαν αὐτό, παραφυλάξας ἔνθα ἀνέπαυσε τὸ βρέφος, ὡς εἶδεν ἐρημίαν, ἐσέθορε διά τινος ἀνεῳγμένης θυρίδος, ἐξ ἧς οἱ πάντα σύνοπτα ἦν, καὶ ἄρας ἐκ τῆς εὐνῆς τὸ παιδίον, καὶ γυμνώσας ὡς ἔτυχεν ἰδών, καὶ κομίσας ἐς μέσον τὴν σκάφην, ζέον ὕδωρ ʽκαὶ γὰρ ἦν ἐπί τινων ἀνθράκων θερμαινόμενονʼ τοῦ δυστυχοῦς παιδίου κατέχεε, καὶ μέντοι καὶ ἀπέκτεινεν αὐτὸ οἴκτιστα.
22 κακόηθες δὲ ἄρα καὶ ὕαινα ἦν καὶ ὅν φασι κοροκότταν. ἡ γοῦν ὕαινα πρὸς τὰ αὔλια νύκτωρ φοιτᾷ, καὶ μιμεῖται τοὺς ἐμοῦντας. ἀκούοντες δὲ οἱ κύνες προσίασιν ὡς ἐπʼ ἄνθρωπον· ἣ δὲ αὐτοὺς συλλαμβάνει καὶ ἐσθίει. πανουργίαν δὲ κοροκόττα, ἣν ἤκουσα καὶ αὐτήν, ἔοικα λέξειν νῦν. ἐς τοὺς δρυμοὺς ἑαυτὸν ἐγκρύψας εἶτα μέντοι τῶν ὑλουργούντων ἀκούει καλούντων ἀλλήλους ἐξ ὀνόματος καὶ μέντοι καὶ λαλούντων ἄττα. εἶτα μέντοι μιμεῖται τὰς φωνάς, καὶ φθέγγεται, εἰ καὶ μυθῶδες τὸ εἰρημένον, ἀνθρωπίνῃ γοῦν φωνῇ, καὶ καλεῖ τὸ ὄνομα ὃ ἤκουσε. καὶ ὁ κληθεὶς πρόσεισιν, ὃ δὲ ἀναχωρεῖ καὶ πάλιν καλεῖ· ὃ δὲ καὶ μᾶλλον κατὰ τὴν φωνὴν ἔρχεται. ὅταν δὲ αὐτὸν τῶν συμπονούντων ἀπαγάγῃ καὶ ἔρημον ἀποφήνῃ, συλλαβὼν ἀπέκτεινε καὶ ποιεῖται τροφὴν τὸ ἐντεῦθεν φωνῇ δελεάσας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme