Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 7

43 πυνθάνομαι δὲ ἐν τῇ Ἀντιόχου πόλει τῇ Σύρων πρᾶον γενέσθαι ἐλέφαντα, ἰόντα τε αὐτὸν ἐπὶ τὰς νομὰς στεφανόπωλιν γυναῖκα ὁρᾶν ἡδέως, καὶ προσεστάναι αὐτῇ καὶ τῇ προβοσκίδι τὸ πρόσωπον τῆς ἀνθρώπου καθαίρειν. δέλεαρ δὲ ἄρα ἐκείνη καθίει τοῦ φίλτρου αὐτῷ στέφανον ἐκ τῶν καθʼ ὥραν πλεκόμενον, καὶ τῷ μὲν ὁσημέραι λαμβάνειν ἔργον ἦν, τῇ δὲ διδόναι. χρόνῳ δὲ ὕστερον ἡ μὲν ἄνθρωπος τὸν βίον κατέστρεψεν, ὁ δὲ ἐλέφας τῆς συνηθείας διαμαρτάνων καὶ οὐχ ὁρῶν ἣν ἐπόθει γυναῖκα, ὥσπερ οὖν ἐραστὴς ἐρωμένης ἀτυχῶν ἐξηγριώθη· καὶ ὁ τέως πραότατος ὢν ἐς θυμὸν ἐξήφθη ὥσπερ οὖν καὶ τῶν ἀνθρώπων οἱ ἄγαν ὑπὸ τῆς λύπης ἐπικλυσθέντες καὶ ἔκφρονες γεγενημένοι.
44 τὸν ἥλιον ἀνίσχοντα προσκυνοῦσιν ἐλέφαντες, τὰς προβοσκίδας εὐθὺ τῆς ἀκτῖνος ὡς χεῖρας ἀνατείνοντες, ἔνθεν τοι καὶ τῷ θεῷ φιλοῦνται. μάρτυς ἀγαθὸς ὁ Φιλοπάτωρ ἡμῖν Πτολεμαῖος ἔστω. ἡ μὲν κατὰ Ἀντιόχου νίκη σὺν αὐτῷ ἐγένετο, θύων δὲ ἐπινίκια καὶ ἱλεούμενος τὸν Ἥλιον ὁ Πτολεμαῖος τῇ τε ἄλλῃ μεγαλοπρεπῶς ἔθυσεν καὶ οὖν καὶ τέτταρας ἐλέφαντας μεγέθει μεγίστους παρέστησεν ἱερεῖα, ὥς γε ᾤετο, καὶ ταύτῃ τῇ θυσίᾳ γεραίρων ἐκεῖνος τὸ θεῖον. ἐνύπνιον δὲ αὐτὸν διετάραξεν, ὡς ἀπειλοῦντος τοῦ θεοῦ ἐπὶ τῇ ἀήθει τε καὶ ξένῃ θυσίᾳ· καὶ δείσας ἐκεῖνος χαλκοῦς τέτταρας ποιησάμενος ἀνῆψε τῷ θεῷ ὑπὲρ τῶν ἀνῃρημένων ἱλεούμενός τε καὶ εὐμενιζόμενος αὐτόν. ἐλέφαντες μὲν οὖν θεοὺς προσκυνοῦσιν, οἱ δὲ ἄνθρωποι ἆρά γε εἰσὶ θεοὶ καὶ ὄντες εἰ φροντίζουσιν ἡμῶν διαποροῦσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme