Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 8

1 Ἰνδικοὶ λόγοι διδάσκουσιν ἡμᾶς καὶ ἐκεῖνα. τὰς κύνας ἄγουσιν ἐς τὰ ἔνθηρα χωρία οἱ θηρατικοὶ τὰς εὐγενεῖς τε καὶ ἴχνη καταγνῶναι θηρίων ἀγαθὰς καὶ ὠκίστας ἐς δρόμον, καὶ τοῖς δένδροις προσδήσαντες εἶτα μέντοι ἀπαλλάττονται, τοῦτο δήπου τὸ λεγόμενον ἀτεχνῶς κύβον ἀναρρίψαντες. οἱ δὲ τίγρεις ἐντυχόντες αὐταῖς, ἀθηρίᾳ μὲν καὶ λιμῷ συμπεσόντες διασπῶσιν αὐτάς· ἐὰν δὲ ὀργῶντες ἀφίκωνται καὶ κεκορεσμένοι, συμπλέκονταί τε αὐταῖς καὶ τῆς ἀφροδίτης ἐν πλησμονῇ καὶ ἐκεῖνοι μέμνηνται. ἐκ δὲ τῆς ὁμιλίας ταύτης οὐ κύων φασὶν ἀλλὰ τίγρις τίκτεται. ἐκ δὲ τούτου καὶ κυνὸς θηλείας ἔτι τίγρις τεχθείη ἄν, ὁ δὲ ἐκ τούτου καὶ κυνὸς ἐς τὴν μητέρα ἀποκρίνεται, καὶ κατώλισθεν ἡ σπορὰ πρὸς τὸ χεῖρον, καὶ κύων τίκτεται. πρὸς ταῦτα Ἀριστοτέλης οὐκ ἀντιφήσει. οὗτοι δὲ ἄρα οἱ κύνες, οἷς πάρεστι πατέρα αὐχεῖν τίγριν, ἔλαφον μὲν θηρᾶσαι ἢ συὶ συμπεσεῖν ἀτιμάζουσι, χαίρουσι δὲ ἐπὶ τοὺς λέοντας ᾅττοντες καὶ τοὺς ἄνω τοῦ γένους ἀποδεικνύντες ἐντεῦθεν. Ἀλεξάνδρῳ γοῦν τῷ Φιλίππου πεῖραν ἔδοσαν οἱ Ἰνδοὶ τῆς τῶν κυνῶν τῶνδε ἀλκῆς τὸν τρόπον τοῦτον. ἀφῆκαν ἔλαφον, καὶ ὁ κύων ἡσύχαζεν· εἶτα σῦν, ὃ δὲ ἀτρεμῶν κατέμενεν· καὶ ἄρκτον ἐπὶ τούτοις, καὶ ἔκνιζεν αὐτὸν ἡ ἄρκτος οὐδὲ ἕν· λέοντος δὲ ἀφεθέντος, ὃ δὲ ὡς εἶδʼ ὥς μιν μᾶλλον ἔδυ χόλος, καὶ οἷα δήπου θεασάμενος τὸν ὄντως ἀντίπαλον οὔτε ἤμελλεν οὔτε ἠτρέμει, ἀλλʼ ᾅξας ἐπʼ αὐτὸν εἶτα μέντοι καρτερᾷ τῇ λαβῇ εἴχετο πιέζων καὶ ἄγχων. ὁ τοίνυν Ἰνδὸς ὁ τὴν θέαν τῷ βασιλεῖ τήνδε παρέχων κάλλιστα εἰδὼς τοῦ κυνὸς τὸ καρτερικόν, προσέταξέν οἱ τὴν οὐρὰν ἀποκοπῆναι. καὶ ἣ μὲν ἀπεκόπτετο, ὃ δὲ οὐκ ἐφρόντιζε. προσέταξεν οὖν ὁ Ἰνδὸς καὶ τῶν σκελῶν ἓν ἀποκόψαι, καὶ ἀπεκόπη· ὃ δὲ ὡς ἐξ ἀρχῆς ἐνέφυ εἴχετο, καὶ οὐκ ἀνίει, ὥσπερ οὖν ἀλλοτρίου κοπτομένου σκέλους καὶ ὀθνείου. καὶ ἄλλο ἀπεκόπτετο, καὶ τὸ δῆγμα ὁ κύων οὐ κατελίμπανε· καὶ τρίτον ἕτερον, ὃ δὲ εἴχετο· καὶ τὸ τέταρτον ἐπʼ ἐκείνοις, καὶ ἦν ἐγκρατὴς τοῦ δήγματος ἔτι. καὶ τελευτῶντες τῆς κεφαλῆς τὸ λοιπὸν σῶμα ἀφεῖλον· ὀδόντες δὲ ἐκείνῳ ἤρτηντο τῆς ἐξ ἀρχῆς ἀντιλαβῆς, καὶ ἡ κεφαλὴ ᾐωρεῖτο μετέωρος ἐκ τοῦ λέοντος, αὐτοῦ μέντοι τοῦ δακόντος οὐκέτι ὄντος. Ἀλέξανδρος οὖν ἐνταῦθα ἠνιᾶτο, τὸν κύνα ἐκπλαγεὶς ὅτι ἄρα πεῖραν ἑαυτοῦ δοὺς εἶτα ἀπωλώλει, τὸ ἐναντίον τοῖς δειλοῖς παθών, θάνατον δὲ ὑπὲρ τῆς ἀνδρείας ἠλλάξατο. ἰδὼν οὖν ὁ Ἰνδὸς αὐτὸν ἀνιώμενον, τέτταρας ὁμοίους ἐκείνῳ κύνας ἔδωκέν οἱ. ὃ δὲ ἥσθη λαβὼν καὶ ἀντέδωκεν ὁποῖα ἦν εἰκός, καὶ τῆς γε ἐπὶ τῷ πρώτῳ λύπης ἔλαβε λήθην ὁ τοῦ Φιλίππου παῖς λαβὼν τοὺς τέτταρας.
1 / 17 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme