Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 8

11 Ἡγήμων ἐν τοῖς Δαρδανικοῖς μέτροις περὶ Ἀλεύα τοῦ Θετταλοῦ φησι καὶ ἄλλα μέν, ἐν δὲ τοῖς καὶ ὅτι ἠράσθη δράκων αὐτοῦ. καὶ ὅτι μὲν εἶχε κόμην χρυσῆν ὅδε ὁ Ἀλεύας, λέγων τερατεύεται, ἐμοὶ δὲ ἔστω ξανθή. καὶ βουκολεῖν μὲν αὐτὸν ἐν τῇ Ὄσσῃ φησὶν ὡς ἐν τῇ Ἴδῃ τὸν Ἀγχίσην, παρὰ δὲ τῇ κρήνῃ νέμειν τὰς βοῦς τῇ καλουμένῃ Αἱμονίᾳ. Θετταλὴ δʼ ἂν καὶ ἡ κρήνη εἴη. δράκοντα οὖν μεγέθει μέγιστον ἐρασθῆναι τοῦ Ἀλεύα, καὶ ἀνέρπειν ἐς αὐτόν, καὶ τὴν κόμην οἱ καταφιλεῖν καὶ τῇ γλώττῃ περιλιχμώμενον τὸ πρόσωπον τοῦ ἐρωμένου καθαίρειν, καὶ δωροφορεῖν αὐτῷ θηρῶντα πάμπολλα. εἰ δὲ Γλαύκης τῆς κιθαρῳδοῦ κριὸς ἥττητο καὶ ἐν Ἰασῷ δελφὶς ἐφήβου, τί κωλύει καὶ δράκοντα ἐρασθῆναι νομέως ὡραίου, τὸν ὀξυωπέστατον κάλλους διαπρεποῦς ἀγαθὸν κριτὴν γεγενημένον; ἦν δὲ ἄρα ἴδιον ζῴων καὶ ἐρασθῆναι μὴ μόνον τοῦ συννόμου τε ἅμα καὶ συμφυοῦς, ἀλλὰ καὶ τοῦ προσήκοντος ἥκιστα, ὡραίου μέντοι.
12 ὁ παρείας ἢ παρούας ʽοὕτω γὰρ Ἀπολλόδωρος ἐθέλεἰ πυρρὸς τὴν χρόαν, εὐωπὸς τὸ ὄμμα, πλατὺς τὸ στόμα, δακεῖν οὐ σφαλερός, ἀλλὰ πρᾶος. ἔνθεν τοι καὶ τῷ θεῶν φιλανθρωποτάτῳ ἱερὸν ἀνῆκαν αὐτόν, καὶ ἐπεφήμισαν Ἀσκληπιοῦ θεράποντα εἶναι οἱ πρῶτοι ταῦτα ἀνιχνεύσαντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme