Thesauros Literature miscellany Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος

Περὶ ζῴων ἰδιότητος Aelian 3rd cent

Book 8

15 διανήξασθαι καὶ ἐπιβῆναι τῆς γῆς οὐκ ἐπιτρέποντες, ἀναγκάζουσι δὲ τῷ χρόνῳ στρεβλούμενον καὶ ἰλυσπώμενον ἀποπνιγῆναι. εἶτα εἷς αὐτῶν ὁ τελεώτατος ἐμπηδήσας τῷ ὕδατι καὶ προσνεύσας ἐλάβετο τῆς οὐρᾶς τοῦ βοὸς καὶ ἕλκει ἐς τὸ ἔξω, καὶ ἕτερος τῆς ἐκείνου λαβόμενος αὐτὸν ἕλκει, καὶ τὸν δεύτερον ὁ τρίτος, καὶ τοῦτον ὁ τέταρτος, καὶ δρᾶται τὸ εἰρημένον μέχρι τοῦ τελευταίου, ὅσπερ οὖν ἔξω τοῦ ὕδατος ἕστηκε. καὶ τὸν τρόπον τοῦτον ἐξαγαγόντες τὸν βοῦν ποιοῦνται δεῖπνον. βοὸς δὲ μόσχον πεπλανημένον ἐλλοχήσαντες εἶτα αὐτῷ προσπηδῶσι, καὶ τοῦ μυκτῆρος λαβόμενοι ἕλκουσιν· ὃ δὲ ἀντισπᾷ, καὶ ἅμιλλα ὑπὲρ τούτου πολλή, τῶν μὲν ἐκβιάσασθαι πειρωμένων, τοῦ δὲ μὴ εἶξαι ἀγώνισμα ποιουμένου. ὅταν δὲ αὐτὸν οὕτως θεάσωνται σφόδρα ἀντιτείνοντα, μεθῆκαν· καὶ ἐκεῖνος ὑπὸ τῆς ἐς τοὐπίσω βίας ἀνατέτραπται, καὶ οἱ λύκοι ἐμπεσόντες ἀνέρρηξαν τὴν νηδὺν καὶ ἐσθίουσιν αὐτόν. Ὅταν ὑπερβῆναι τάφρον οἱ ἐλέφαντες μὴ δύνωνται, εἷς ὁ μέγιστος ἑαυτὸν ἐς αὐτὴν ἐμβάλλει, καὶ πλάγιος ἵσταται, καὶ γεφυροῖ τὸ κενόν, καὶ κατʼ αὐτοῦ βαίνοντες ἐς τὸ ἀντιπέρας ἴασι καὶ ἀποδιδράσκουσι, πρότερον μέντοι καὶ ἐκεῖνον ἀνασώσαντες. ὁ δὲ τῆς σωτηρίας τρόπος οὗτός ἐστιν. ἄνωθέν τις τὸν πόδα προτείνει, καὶ ἐκείνῳ παρέχει τὴν προβοσκίδα περιπλέξαι· οἱ δὲ ἄλλοι φρύγανα ἐμβάλλουσι καὶ ξύλα ὤκιστα, ὧν ἐπιβαίνων, εἰλημμένος τε τοῦ ποδὸς μάλα ἐγκρατῶς τε καὶ εὐλαβῶς ἀνασπᾶται ῥᾷστα. ἔστι δὲ ἐν τοῖς Ἰνδοῖς ἄρουρα, καὶ κέκληται Φαλάκρα. τὸ δὲ αἴτιον τοῦ ὀνόματος, ὁ γευσάμενος τῆς ἐνταῦθα γινομένης πόας καὶ τὰς τρίχας ἀποβάλλει καὶ τὰ κέρατα. οὐκοῦν οἱ ἐλέφαντες ἑκόντες εἶναι οὐ προσίασι τῇδε τῇ ἀρούρᾳ, ἀλλʼ ἀποστρέφονται πλησίον γενόμενοι, πᾶν τὸ βλάπτον φεύγοντες ὡς ἄνθρωποι φρόνιμοι οἱ ἐλέφαντες.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme