Book 9
1
ὁ λέων ἤδη προήκων τὴν ἡλικίαν καὶ γήρᾳ βαρὺς γεγενημένος θηρᾶν μὲν ἥκιστός ἐστιν, ἀσμένως δὲ ἀναπαύεται ἐν ταῖς ὑπάντροις ἢ λοχμώδεσι καταδρομαῖς, καὶ τῶν θηρίων οὐδὲ τοῖς ἀσθενεστάτοις ἐπιθαρρεῖ, τόν τε αὑτοῦ χρόνον ὑφορώμενος καὶ τὸ τοῦ σώματος ἐννοῶν ἀσθενές. οἱ δὲ ἐξ αὐτοῦ γεγενημένοι θαρροῦντες τῇ τῆς ἡλικίας ἀκμῇ καὶ τῇ ῥώμῃ τῇ συμφυεῖ προΐασι μὲν ἐπὶ θήραν, ἐπάγονται δὲ καὶ τὸν ἤδη γέροντα, ὠθούντες αὐτόν· εἶτα ἐπὶ μεσης τῆς ὁδοῦ ἧς ἐλθεῖν δεῖ καταλιπόντες, ἔχονται τῆς ἄγρας αὐτοί, καὶ τυχόντες τοσούτων ὅσα ἀποχρήσει καὶ αὐτοῖς καὶ τῷ γεγεννηκότι σφᾶς, βρυχησάμενοι γενναῖόν τε καὶ διάτορον καλοῦσιν ὡς δαιτυμόνα ἑστιάτορες ἐπὶ θοίνην οἱ νέοι τὸν γεγηρακότα, τὸν πατέρα οἱ παῖδες. ὃ δὲ ἡσυχῆ καὶ βάδην καὶ οἷον ἕρπων ἔρχεται, καὶ περιβαλὼν τοὺς παῖδας, καὶ τῇ γλώττῃ μικρὰ ὑποσήνας, ὥσπερ οὖν ἐπαινῶν τῆς εὐθηρίας, ἔχεται τοῦ δείπνου, καὶ σὺν τοῖς υἱέσιν ἑστιᾶται. καὶ Σόλων μὲν τοῖς λέουσιν οὐ κελεύει ταῦτα, διδάσκει δὲ ἡ φύσις, ᾗ νόμων ἀνθρωπικῶν οὐδὲν μέλει· γίνεται δὲ ἄτρεπτος αὕτη νόμος.
2
τὸν ἀετὸν τὸν τῶν ὀρνίθων βασιλέα οὐ μόνον περιόντα καὶ ζῶντα δέδοικε τὰ ὄρνεα καὶ καταπτήσσει φανέντος, ἀλλὰ καὶ τὰ πτερὰ ἐκείνου ἐάν τις τοῖς τῶν ἄλλων συναναμίξῃ, τὰ μὲν τοῦ ἀετοῦ μένει ὁλόκληρα καὶ ἀνεπιβούλευτα, τὰ δὲ ἕτερα κατασήπεται τὴν πρὸς ἐκεῖνα κοινωνίαν οὐ φέροντα.