Book 9
33
τὸ ἀβρότονον ὅσα ἀγαθὰ δρᾷ καὶ ὅπως ὁδοὺς πνεύματι δίδωσι καὶ μέντοι καὶ πνεύμονός ἐστι καθαρτήριον οὐ νῦν λέγειν καιρός· ζῴῳ δʼ οὖν πονηρῷ πολέμιόν ἐστι, καὶ ἀναιρεῖ τὴν ἕλμινθα, ἥπερ οὖν ἐπὶ πλέον ἰοῦσα θηρίον γίνεται σπλάγχνοις μὲν ἐντικτόμενον, ἀνθρωπείαις δὲ νόσοις ἐναριθμούμενον, καὶ ταῦτα ταῖς ἄγαν ἀνιάτοις τε καὶ ὑπὸ χειρὸς θνητῆς ἐς ἄκεσιν ἥκειν ἀδυνάτοις. τεκμηριῶσαι τοῦτο καὶ Ἵππυς ἱκανός. ὃ δὲ λέγει ὁ συγγραφεὺς ὁ Ῥηγῖνος, τοιοῦτόν ἐστι. γυνὴ εἶχεν ἕλμινθα, καὶ ἰάσασθαι αὐτὴν ἀπεῖπον οἱ τῶν ἰατρῶν δεινοί. οὐκοῦν ἐς Ἐπίδαυρον ἦλθε, καὶ ἐδεῖτο τοῦ θεοῦ ἐξάντης γενέσθαι τοῦ συνοίκου πάθους. οὐ παρῆν ὁ θεός· οἱ μέντοι ζάκοροι κατακλίνουσι τὴν ἄνθρωπον ἔνθα ἰᾶσθαι ὁ θεὸς εἰώθει τοὺς δεομένους. καὶ ἡ μὲν ἄνθρωπος ἡσύχαζε προσταχθεῖσα, οἵ γε μὴν ὑποδρῶντες τῷ θεῷ τὰ ἐς τὴν ἴασιν αὐτῆς ἐποίουν, καὶ τὴν κεφαλὴν μὲν ἀπὸ τῆς δέρης ἀφαιροῦσι, καθίησι δὲ τὴν χεῖρα ὁ ἕτερος, καὶ ἐξαιρεῖ τὴν ἕλμινθα, θηρίου μέγα τι χρῆμα. συναρμόσαι δὲ καὶ ἀποδοῦναι τὴν κεφαλὴν ἐς τὴν ἀρχαίαν ἁρμονίαν οὐκ ἐδύναντο οὐκέτι. ὁ τοίνυν θεὸς ἀφικνεῖται, καὶ τοῖς μὲν ἐχαλέπηνεν ὅτι ἄρα ἐπέθεντο ἔργῳ δυνατωτέρῳ τῆς ἑαυτῶν σοφίας· αὐτὸς δὲ ἀμάχῳ τινὶ καὶ θείᾳ δυνάμει ἀπέδωκε τῷ σκήνει τὴν κεφαλήν, καὶ τὴν ξένην ἀνέστησε. καὶ οὔ τι που, ὦ βασιλεῦ καὶ θεῶν φιλανθρωπότατε Ἀσκληπιέ, ἀβρότονον ἔγωγε ἀντικρίνω τῇ σοφίᾳ τῇ σῇ· μὴ μανείην ἐς τοσοῦτον· ἀλλὰ ἐπελθὸν ἐμνήσθην εὐεργεσίας τε σῆς καὶ ἰάσεως ἐκπληκτικῆς. ὡς δὲ καὶ ἥδε ᾑ πόα σὸν δῶρόν ἐστιν οὐδὲ ἀμφιβάλλειν χρή.