Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 1

33 ῥοιὰν ἐπὶ λίκνου μεγίστην Ὠμίσης Ἀρταξέρξῃ τῷ βασιλεῖ ἐλαύνοντι τὴν Περσίδα προσεκόμισε. τὸ μέγεθος οὖν αὐτῆς ὑπερεκπλαγεὶς ὁ βασιλεὺς ʽἐκ ποίου παραδείσοὐ φησὶ ʽλαβὼν φέρεις μοι τὸ δῶρον τοῦτο;ʼ τοῦ δὲ εἰπόντος ὅτι οἴκοθεν καὶ ἐκ τῆς αὑτοῦ γεωργίας, ὑπερήσθη καὶ δῶρα μὲν αὐτῷ βασιλικὰ ἔπεμψε καὶ ἐπεῖπε ʽνὴ τὸν Μίθραν, ἀνὴρ οὗτος ἐκ τῆς ἐπιμελείας ταύτης δυνήσεται καὶ πόλιν κατά γε τὴν ἐμὴν κρίσιν ἐκ μικρᾶς μεγάλην ποιῆσαι.ʼ ἔοικε δὲ ὁ λόγος ὁμολογεῖν οὗτος ὅτι πάντα ἐκ τῆς ἐπιμελείας καὶ τῆς διαρκοῦς φροντίδος καὶ τῆς σπουδῆς τῆς ἀνελλιποῦς καὶ τῶν κατὰ φύσιν δύναιτο ἂν κρείττονα γενέσθαι.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme