Book 1
12
ἔχουσι δὲ καὶ οἱ μύρμηκες, ὡς ἀκούω, μαντικῆς τινα αἴσθησιν. ὅταν γὰρ μέλλῃ λιμὸς ἔσεσθαι, δεινῶς εἰσι φιλόπονοι πρὸς τὸ θησαυρίσαι καὶ ἑαυτοῖς ἀποταμιεύσασθαι τοὺς πυροὺς καὶ τὰ λοιπὰ τῶν σπερμάτων, ὅσα μυρμήκων δεῖπνόν ἐστιν.
13
ὁ Συρακόσιος Γέλων ὄναρ ἐβέβλητο κεραυνῷ, καὶ διὰ τοῦτο ἐβόα οὐκ ἀμυδρὸν οὐδʼ ἀσθενές, ὡς ἐν ὀνείρῳ, ἀλλʼ ἀνδρικῶς, ἅτε δεινῶς ἐκπλαγεὶς ὑπὸ τοῦ δέους. ὁ δὲ κύων, ὅσπερ οὖν αὐτῷ παρεκάθευδεν, ἐκ τῆς βοῆς διεταράχθη, καὶ περιβὰς αὐτὸν ὑλάκτει πάνυ σφόδρα ἀπειλητικὸν καὶ σύντονον. καὶ ἐκ τούτων ὁ Γέλων ἅμα τε ἀφυπνίσθη καὶ τοῦ δέους ἀφείθη.
14
λέγει Ἀριστοτέλης τὸν κύκνον καλλίπαιδα εἶναι καὶ πολύπαιδα, ἔχειν γε μὴν καὶ θυμόν. πολλάκις γοῦν ἐς ὀργὴν καὶ μάχην προελθόντες καὶ ἀλλήλους ἀπέκτειναν οἱ κύκνοι. λέγει δὲ ὁ αὐτὸς καὶ μάχεσθαι τοὺς κύκνους τοῖς ἀετοῖς· ἀμύνεσθαί γε μὴν αὐτούς, ἀλλʼ οὐκ ἄρχειν ἀδίκων. ὅτι δέ εἰσι φιλῳδοί, τοῦτο μὲν ἤδη τεθρύληται. ἐγὼ δὲ ᾅδοντος κύκνου οὐκ ἤκουσα, ἴσως δὲ οὐδὲ ἄλλος· πεπίστευται δʼ οὖν ὅτι ᾅδει. καὶ λέγουσί γε αὐτὸν μάλιστα κατʼ ἐκεῖνον εἶναι τὸν χρόνον εὐφωνότατόν τε καὶ ᾠδικώτατον, ὅταν ᾖ περὶ τὴν καταστροφὴν τοῦ βίου. διαβαίνουσι δὲ καὶ πέλαγος, καὶ πέτονται καὶ κατὰ θαλάττης, καὶ αὐτοῖς οὐ κάμνει τὸ πτερόν.