Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 1

25 Ἀλέξανδρος ὁ Φιλίππου ʽεἰ δέ τῳ δοκεῖ, ὁ τοῦ Διός, ἐμοὶ γὰρ οὐδὲν διαφέρεἰ Φωκίωνι μόνῳ φασὶ τῷ Ἀθηναίων στρατηγῷ γράφων προσετίθει τὸ χαίρειν· οὕτως ἄρα ᾑρήκει τὸν Μακεδόνα ὁ Φωκίων. ἀλλὰ καὶ τάλαντα αὐτῷ ἀργυρίου ἔπεμψεν ἑκατόν, καὶ πόλεις τέτταρας ὠνόμασεν, ὧν ἠξίου μίαν ἣν βούλεται προελέσθαι αὐτόν, ἵνα ἔχοι καρποῦσθαι τὰς ἐκεῖθεν προσόδους. ἦσαν δὲ αἱ πόλεις αἵδε Κίος Ἐλαία Μύλασα Πάταρα. ὁ μὲν οὖν Ἀλέξανδρος μεγαλοφρόνως ταῦτα καὶ μεγαλοπρεπῶς· ἔτι γε μὴν μεγαλοφρονέστερον ὁ Φωκίων, μήτε τὸ ἀργύριον προσιέμενος μήτε τὴν πόλιν. ὡς δʼ ἂν μὴ δοκοίη πάντη ὑπερφρονεῖν τοῦ Ἀλεξάνδρου, ἐτίμησεν αὐτὸν κατὰ τοῦτο. τοὺς ἐν τῇ ἄκρᾳ τῇ ἐν Σάρδεσι δεδεμένους ἄνδρας ἠξίωσεν αὐτὸν ἀφεῖναι ἐλευθέρους αὐτῷ, Ἐχεκρατίδην τὸν σοφιστὴν καὶ Ἀθηνόδωρον τὸν Ἴμβριον καὶ Δημάρατον καὶ Σπάρτωνα. ἀδελφὼ δὲ ἄρα ἤστην οὗτοι Ῥοδίω.
26 γυναῖκα ἀκούω σαλπίσαι καὶ τοῦτο ἔργον ἔχειν ἅμα καὶ τέχνην, Ἀγλαΐδα ὄνομα, τὴν Μεγακλέους παῖδα. περίθετον δὲ εἶχε κόμην καὶ λόφον ἐπὶ τῆς κεφαλῆς. καὶ ὁμολογεῖ Ποσείδιππος ταῦτα. δεῖπνον δὲ ἦν ἄρα αὐτῇ κρεῶν μὲν μναῖ δώδεκα, ἄρτων δὲ χοίνικες τέτταρες· ἔπινε δὲ οἴνου χόα.
27 ἀδηφάγους λέγουσιν ἀνθρώπους γεγονέναι Λιτυέρσαν τὸν Φρύγα καὶ Κάμβλητα τὸν Λυδὸν καὶ Θῦν τὸν Παφλαγόνα καὶ Χαρίλαν καὶ Κλεώνυμον καὶ Πείσανδρον καὶ Χάριππον καὶ Μιθριδάτην τὸν Ποντικὸν καὶ Καλαμόδρυν τὸν Κυζικηνὸν καὶ Τιμοκρέοντα τὸν Ῥόδιον, τὸν ἀθλητὴν ἅμα καὶ ποιητήν, καὶ Καντίβαριν τὸν Πέρσην καὶ Ἐρυσίχθονα τὸν Μυρμιδόνος· ἔνθεν τοι καὶ Αἴθων ἐκλήθη οὗτος. λέγεται δὲ ἐν Σικελίᾳ Ἀδηφαγίας ἱερὸν εἶναι καὶ Σιτοῦς ἄγαλμα Δήμητρος. ὁμολογεῖ δὲ καὶ Ἀλκμὰν ὁ ποιητὴς ἑαυτὸν πολυβορώτατον γεγονέναι. καὶ Κτησίαν δέ φησί τινα Ἀναξίλας ὁ τῆς κωμῳδίας ποιητὴς πολλὰ ἐσθίειν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme