Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 12

44 αἱ ἐν Σικελίᾳ λιθοτομίαι περὶ τὰς Ἐπιπολὰς ἦσαν, σταδίου μῆκος, τὸ εὖρος δύο πλέθρων. ἦσαν δὲ ἐν αὐταῖς τοῦ χρόνου τοσοῦτον διατρίψαντες ἄνθρωποι, ὡς καὶ γεγαμηκέναι ἐκεῖ καὶ παιδοποιῆσαι. καί τινες τῶν παίδων ἐκείνων μηδεπώποτε πόλιν ἰδόντες, ὅτε ἐς Συρακούσας ἦλθον καὶ εἶδον ἵππους ὑπεζευγμένους καὶ βόας ἐλαυνομένους, ἔφευγον βοῶντες· οὕτως ἄρα ἐξεπλάγησαν. τὸ δὲ κάλλιστον τῶν ἐκεῖ σπηλαίων ἐπώνυμον ἦν Φιλοξένου τοῦ ποιητοῦ, ἐν ᾧ φασι διατρίβων τὸν Κύκλωπα εἰργάσατο τῶν ἑαυτοῦ μελῶν τὸ κάλλιστον, παρʼ οὐδὲν θέμενος τὴν ἐκ Διονυσίου τιμωρίαν καὶ καταδίκην, ἀλλʼ ἐν αὐτῇ τῇ συμφορᾷ μουσουργῶν ὁ Φιλόξενος.
45 Φρύγιοι καὶ ταῦτα ᾅδουσι λόγοι. Μίδου τοῦ Φρυγὸς ἔτι νηπίου καθεύδοντος μύρμηκας ἐσέρπειν ἐς τὸ στόμα, καὶ πάνυ φιλοπόνως καὶ φιλέργως ἐσφέρειν τοὺς πυρούς. Πλάτωνος δὲ μελίττας ἐς τὸ στόμα κηρίον ἐργάζεσθαι. καὶ Πινδάρῳ τῆς πατρῴας οἰκίας ἐκτεθέντι μέλιτται τροφοὶ ἐγένοντο, ὑπὲρ τοῦ γάλακτος παρατιθεῖσαι μέλι.
46 Διονύσιον δὲ τὸν Ἑρμοκράτους λέγουσι ποταμὸν διαβαίνειν· ἔφερε δὲ αὐτὸν ἵππος. καὶ ὁ μὲν ἵππος κατὰ τοῦ τέλματος ὤλισθεν, ὃ δὲ ἀποπηδήσας τῆς ὄχθης ἐλάβετο καὶ ἀπῄει, ὡς οὐκέτι τὸν ἵππον ὄντα αὐτοῦ ἀπολιπών. ὃ δὲ ἠκολούθησε καὶ χρεμετίσας ἐπέστρεψεν αὐτόν. καὶ ἐκεῖνος ἐλάβετο αὐτοῦ τῆς χαίτης καὶ ἔμελλεν ἀναβαίνειν, καὶ τῇ χειρὶ αὐτοῦ περιπίπτει μελιττῶν πλῆθος. ἔφασαν οὖν οἱ Γαλεῶται πρὸς τὸν Διονύσιον ἐρόμενον ὑπὲρ τούτων, ὅτι ταῦτα μοναρχίαν δηλοῖ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme