Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 12

51 Μενεκράτης ὁ ἰατρὸς ἐς τοσοῦτον προῆλθε τύφου, ὥστε ἑαυτὸν ὀνομάζειν Δία. ἐπέστειλε δέ ποτε ἐπιστολὴν Φιλίππῳ τῷ Μακεδόνων βασιλεῖ τοιαύτην. Φ̔ιλίππῳ Μενεκράτης ὁ Ζεὺς εὖ πράττειν.ʼ ἀντέγραψε δὲ καὶ ὁ Φίλιππος Φ̔ίλιππος Μενεκράτει ὑγιαίνειν. συμβουλεύω σοι προσάγειν σεαυτὸν ἐπὶ τοὺς κατὰ Ἀντίκυραν τόπους.ʼ ᾐνίττετο δὲ ἄρα διὰ τούτων ὅτι παραφρονεῖ ὁ ἀνήρ. εἱστία ποτὲ μεγαλοπρεπῶς ὁ Φίλιππος, καὶ δὴ καὶ τοῦτον ἐπὶ θοίνην ἐκάλεσε, καὶ ἰδίᾳ κλίνην αὐτῷ ἐκέλευσε παρεσκευάσθαι, καὶ κατακλιθέντι θυμιατήριον παρέθηκε, καὶ ἐθυμιᾶτο αὐτῷ· οἱ δὲ λοιποὶ εἱστιῶντο, καὶ ἦν μεγαλοπρεπὲς τὸ δεῖπνον. ὁ τοίνυν Μενεκράτης τὰ μὲν πρῶτα ἐνεκαρτέρει, καὶ ἔχαιρε τῇ τιμῇ· ἐπεὶ δὲ κατὰ μικρὸν ὁ λιμὸς περιῆλθεν αὐτόν, καὶ ἠλέγχετο ὅτι ἦν ἄνθρωπος, καὶ ταῦτα εὐήθης, ἐξαναστὰς ἀπιὼν ᾤχετο, καὶ ἔλεγεν ὑβρίσθαι, ἐμμελῶς πάνυ τοῦ Φιλίππου τὴν ἄνοιαν αὐτοῦ ἐκκαλύψαντος.
52 Ἰσοκράτης ὁ ῥήτωρ ἔλεγεν ὑπὲρ τῆς Ἀθηναίων πόλεως ὁμοίαν εἶναι ταῖς ἑταίραις. καὶ γὰρ τοὺς ἁλισκομένους ὑπὸ τῆς ὥρας αὐτῶν βούλεσθαι συνεῖναι αὐταῖς, ὅμως δὲ μηδένα εὐτελῶς οὕτω παραφρονεῖν, ὡς ὑπομεῖναι ἂν συνοικῆσαί τινι αὐτῶν. καὶ οὖν καὶ τὴν Ἀθηναίων πόλιν ἐνεπιδημῆσαι μὲν εἶναι ἡδίστην, καὶ κατά γε τοῦτο πασῶν τῶν κατὰ τὴν Ἑλλάδα διαφέρειν· ἐνοικῆσαι δὲ ἀσφαλῆ μηκέτι εἶναι. ᾐνίττετο δὲ διὰ τούτων τοὺς ἐπιχωριάζοντας αὐτῇ συκοφάντας καὶ τὰς ἐκ τῶν δημαγωγούντων ἐπιβουλάς.
53 ἐμὲ δὲ οὐ λέληθεν ὅτι τῶν μεγίστων πολέμων αἱ ἀρχαὶ δοκοῦσί πως εὐκαταφρόνητοι γεγονέναι. τὸν μὲν γὰρ Περσικὸν ἐκ τῆς Μαιανδρίου τοῦ Σαμίου πρὸς Ἀθηναίους διαφορᾶς τὴν ἀρχὴν λαβεῖν φασι, τόν γε μὴν Πελοποννήσιον διὰ τὸ κατὰ Μεγαρέων πινάκιον, τὸν δὲ ἱερὸν καλούμενον ἐκ τῆς ἐσπράξεως τῶν δικῶν τῶν Ἀμφικτυόνων, τὸν δὲ κατὰ Χαιρώνειαν, φιλονεικησάντων Ἀθηναίων πρὸς Φίλιππον καὶ λαβεῖν οὐ θελησάντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme