Book 13
38
ἰσχυρῶς Ὅμηρον ἐθαύμαζεν Ἀλκιβιάδης, καί ποτε διδασκαλείῳ παίδων προσελθὼν ῥαψῳδίαν Ἰλιάδος ᾔτει. τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος ἐντρίψας αὐτῷ κόνδυλον εὖ μάλα στερεὸν παρῆλθεν, ἐνδειξάμενος ὅτι ἐκεῖνος ἀπαίδευτός ἐστι καὶ τοιούτους ἀποφαίνει τοὺς παῖδας. οὗτος ἐπὶ κρίσιν καλούμενος θανατικὴν ἐκ Σικελίας ὑπὸ τῶν Ἀθηναίων οὐχ ὑπήκουσεν εἰπὼν ʽεὔηθες τὸν ἔχοντα δίκην ζητεῖν ἀποφυγεῖν, ἐνὸν φυγεῖν.ʼ εἰπόντος δέ τινος ʽοὐ πιστεύεις τῇ πατρίδι τὴν περὶ σοῦ κρίσιν;ʼ ὃ δὲ εἶπεν ʽοὐδὲ τῇ μητρί· δέδοικα γὰρ μὴ ἀγνοήσασα καὶ σφαλεῖσα τοῦ ἀληθοῦς εἶτα τὴν μέλαιναν ἐμβάλῃ ἀντὶ τῆς λευκῆς ψῆφον.ʼ πυθόμενος οὖν ὅτι θάνατος αὐτοῦ κατεγνώσθη ὑπὸ τῶν πολιτῶν, ʽδείξωμεν οὖνʼ εἶπεν ʽὅτι ζῶμεν,ʼ καὶ ὁρμήσας πρὸς τοὺς Λακεδαιμονίους τὸν Δεκελεικὸν ἐξῆψε πόλεμον ἐπὶ τοὺς Ἀθηναίους. ἔλεγε δὲ μηδὲν παράδοξον ποιεῖν Λακεδαιμονίους ἀδεῶς ἐν τῷ πολέμῳ ἀποθνήσκοντας· τὴν γὰρ ἐκ τῶν νόμων ταλαιπωρίαν ἀποδιδράσκοντας θάνατον ὑπὲρ τῶν πόνων ὧν ἔχουσι προθύμως ἀλλάττεσθαι. εἰώθει δέ φασιν ἐπιλέγειν ταῖς ἑαυτοῦ πράξεσιν ὅτι τὸν τῶν Διοσκόρων ζῇ βίον παρʼ ἡμέραν τεθνηκώς τε καὶ ἀναβιούς· εὐημερήσας γὰρ ἐν τῷ δήμῳ ἴσος θεοῖς νομίζεσθαι, κακῶς δὲ ἀπαλλάξας τῶν νεκρῶν μηδὲ ὀλίγον διαφέρειν.
39
Ἐφιάλτης στρατηγοῦ ὀνειδίσαντος αὐτῷ τινος πενίαν ʽτὸ δὲ ἕτερονʼ ἔφη ʽδιὰ τί οὐ λέγεις, ὅτι δίκαιός εἰμι;ʼ
40
στρεπτῷ κειμένῳ ἐπὶ τῆς γῆς χρυσοῦ Περσικοῦ ὁ Θεμιστοκλῆς παρεστὼς τῷ παιδὶ εἶπεν ʽοὐκ ἀναιρήσεις, ὦ παῖ, τὸ εὕρημα τόδε;ʼ δείξας τὸν στρεπτόν· ʽοὐ γὰρ σὺ Θεμιστοκλῆς εἶ δήπου.ʼ Ὅτι ἠτίμασαν αὐτόν ποτε Ἀθηναῖοι, εἶτα ἐπὶ τὴν ἀρχὴν αὖθις παρεκάλουν· ὃ δὲ ʽοὐκ ἐπαινῶ τοὺς τοιούτους ἄνδρας, οἵτινες τὴν αὐτὴν ἀμίδα καὶ οἰνοχόην ἔχουσι.ʼ Πρὸς Εὐρυβιάδην τὸν Λακεδαιμόνιον ἔλεγέ τι ὑπεναντίον, καὶ ἀνέτεινεν αὐτῷ τὴν βακτηρίαν. ὃ δὲ ʽπάταξον μέν, ἄκουσον δέ.ʼ ᾔδει δὲ ὅτι ἃ μέλλει λέγειν τῷ κοινῷ λυσιτελεῖ.
41
ὀδυρομένου τινὸς τῶν μετὰ Φωκίωνος μελλόντων ἀποθνήσκειν εἶπεν ὁ Φωκίων ʽεἶτα οὐκ ἀγαπᾷς, ὦ Θούδιππε, μετὰ Φωκίωνος ἀποθνήσκων;