Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 14

44 Λακωνικὸν μειράκιον ἐπρίατο χωρίον ὑπερεύωνον, εἶτα ἐπὶ τὰς ἀρχὰς ἤχθη καὶ ἐζημιώθη. τὸ δὲ αἴτιον τῆς καταδίκης ἐκεῖνο ἦν, ἐπεὶ νέος ὢν τοῦ κερδαίνειν ὀξύτατα ἤρα. ἦν δὲ Λακεδαιμονίων ἐν τοῖς μάλιστα ἀνδρικὸν καὶ τοῦτο, μὴ πρὸς μόνους πολεμίους παρατετάχθαι ἀλλὰ καὶ πρὸς ἀργύριον.
45 γυναῖκας τῶν Ἑλλήνων ἐπαινοῦμεν Πηνελόπην Ἄλκηστιν καὶ τὴν Πρωτεσίλεω, Ῥωμαίων Κορνηλίαν καὶ Πορκίαν καὶ Κεστιλίαν. ἐδυνάμην δὲ εἰπεῖν καὶ ἄλλας, ἀλλʼ οὐ βούλομαι τῶν μὲν Ἑλλήνων εἰπεῖν ὀλίγας, ἐπικλύσαι δὲ τοῖς τῶν Ῥωμαίων ὀνόμασιν, ὡς ἂν μή μέ τις δοκοίη χαρίζεσθαι ἐμαυτῷ διὰ τὴν πατρίδα.
46 οἱ Μαιάνδρῳ παροικοῦντες Μάγνητες Ἐφεσίοις πολεμοῦντες ἕκαστος τῶν ἱππέων ἦγεν αὑτῷ συστρατιώτην θηρατὴν κύνα καὶ ἀκοντιστὴν οἰκέτην. ἡνίκα δὲ ἔδει συμμίξαι, ἐνταῦθα οἱ μὲν κύνες προπηδῶντες ἐτάραττον τὴν παρεμβολήν, φοβεροί τε καὶ ἄγριοι καὶ ἐντυχεῖν ἀμείλικτοι ὄντες· οἱ δὲ οἰκέται προπηδῶντες τῶν δεσποτῶν ἠκόντιζον. ἦν δὲ ἄρα ἐπὶ τῇ φθανούσῃ διὰ τοὺς κύνας ἀταξίᾳ καὶ τὰ παρὰ τῶν οἰκετῶν δρώμενα ἐνεργῆ. εἶτα ἐκ τρίτου ἐπῄεσαν αὐτοί.
47 ὅτι Ζεῦξις ὁ Ἡρακλεώτης ἔγραψε τὴν Ἑλένην.  Νικόμαχος οὖν ὁ ζωγράφος ἐξεπλήττετο τὴν εἰκόνα, καὶ τεθηπὼς τὸ γράμμα δῆλος ἦν. ἤρετο οὖν τις αὐτὸν προσελθὼν τί δὴ παθὼν οὕτω θαυμάζοι τὴν τέχνην; ὃ δὲ ʽοὐκ ἄν με ἠρώτησασʼ εἶπεν, ʽεἰ τοὺς ἐμοὺς ὀφθαλμοὺς ἐκέκτησο.ʼ ἐγὼ δʼ ἂν φαίην τοῦτο καὶ ἐπὶ τῶν λόγων, ἀλλʼ εἴ τις ἔχοι πεπαιδευμένα ὦτα, ὥσπερ οὖν οἱ χειρουργοὶ τεχνικὰ ὄμματα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme