Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 14

48 ὅτι Φίλιππος τῶν ἐν Μακεδονίᾳ δοκιμωτάτων τοὺς υἱεῖς παραλαμβάνων περὶ τὴν ἑαυτοῦ θεραπείαν εἶχεν, οὔτι πού φασιν ἐνυβρίζων αὐτοῖς οὐδὲ ἐξευτελίζων, ἀλλʼ ἐκ τῶν ἐναντίων καρτερικοὺς αὐτοὺς ἐκπονῶν καὶ ἑτοίμους πρὸς τὸ τὰ δέοντα πράττειν ἀποφαίνων. πρὸς δὲ τοὺς τρυφῶντας αὐτῶν καὶ ἐς τὰ ἐπιταττόμενα ῥᾳθύμως ἔχοντας διέκειτό φασι πολεμίως. ἀφθόνητον γοῦν ἐμαστίγωσεν, ὅτι τὴν τάξιν ἐκλιπὼν ἐξετράπετο τῆς ὁδοῦ διψήσας καὶ παρῆλθεν ἐς πανδοκέως. καὶ Ἀρχέδαμον ἀπέκτεινεν, ὅτι προστάξαντος αὐτοῦ ἐν τοῖς ὅπλοις συνέχειν ἑαυτὸν ὃ δὲ ἀπεδύσατο· ἤλπισε γὰρ διὰ τῆς κολακείας καὶ ὑποδρομῆς χειρώσασθαι τὸν βασιλέα, ἅτε ἀνὴρ ἥττων τοῦ κερδαίνειν ὤν.
← Previous 12 / 12

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme