Book 14
8
δύο εἰκόνας εἰργάσατο Πολύκλειτος κατὰ τὸ αὐτό, τὴν μὲν τοῖς ὄχλοις χαριζόμενος, τὴν δὲ κατὰ τὸν νόμον τῆς τέχνης. ἐχαρίζετο δὲ τοῖς πολλοῖς τὸν τρόπον τοῦτον. καθʼ ἕκαστον τῶν ἐσιόντων μετετίθει τι καὶ μετεμόρφου, πειθόμενος τῇ ἑκάστου ὑφηγήσει. προύθηκεν οὖν ἀμφοτέρας· καὶ ἣ μὲν ὑπὸ πάντων ἐπῃνεῖτο, ἡ δὲ ἑτέρα ἐγελᾶτο. ὑπολαβὼν οὖν ἔφη ὁ Πολύκλειτος ʽἀλλὰ ταύτην μὲν ἣν ψέγετε ὑμεῖς ἐποιήσατε, ταύτην δὲ ἣν θαυμάζετε ἐγώ.ʼ Ἱππόμαχος ὁ αὐλητὴς ἐπεὶ αὐτῷ μαθητὴς αὐλῶν ἥμαρτε μὲν κατὰ τὸ αὔλημα, ἐπῃνέθη δὲ ὑπὸ τῶν παρόντων, καθίκετο αὐτοῦ τῇ ῥάβδῳ καὶ ἔφη ʽκακῶς ηὔλησας· οὐ γὰρ ἂν οὗτοί σε ἐπῄνουν.ʼ
9
Ξενοκράτης ὁ Χαλκηδόνιος ὑπὸ τοῦ Πλάτωνος ἐς τὸ ἄχαρι σκωπτόμενος οὐδέποτε ἠγανάκτει φασίν, ἀλλὰ καὶ πρὸς τὸν παροξύνοντα αὐτὸν ὑπὲρ τούτου, ἵνα τι ἀποκρίνηται τῷ Πλάτωνι, ὃ δὲ καὶ πάνυ ἐμφρόνως κατασιγάζων τὸν ἄνδρα ἔφατο ʽἀλλὰ τοῦτο ἐμοὶ συμφέρει.ʼ
10
Προείλοντο τοῦ Φωκίωνος Ἀθηναῖοι τὸν Δημάδην στρατηγεῖν. ὃ δὲ προτιμηθεὶς καὶ μέγα φρονῶν, προσελθὼν τῷ Φωκίων̔??ʼ ʽχρῆσόν μοἰ ἔφη ʽτὴν ῥυπαρὰν χλαμύδα, ἣν εἰώθεις φορεῖν παρὰ τὴν στρατηγίαν.ʼ καὶ ὃς ʽοὐδέποτἐ εἶπεν ʽοὐδενὸς ῥυπαροῦ σὺ ἀπορήσεις, ἔστʼ ἂν ᾖς τοιοῦτος.ʼ
11
Φιλίσκος πρὸς Ἀλέξανδρον ἔφη ποτὲ ʽδόξης φρόντιζε, ἀλλὰ μὴ ἔσο λοιμὸς καὶ μὴ μεγάλη νόσος ἀλλὰ ὑγίεια,ʼ λέγων τὸ μὲν βιαίως ἄρχειν καὶ πικρῶς καὶ αἱρεῖν πόλεις καὶ ἀπολλύειν δήμους λοιμοῦ εἶναι, τὸ δὲ ὑγιείας προνοεῖσθαι καὶ σωτηρίας τῶν ἀρχομένων εἰρήνης ταῦτα ἀγαθά.
12
ὅτι ὁ Περσῶν βασιλεὺς ὁδοιπορῶν, ἵνα μὴ ἀλύῃ, φιλύριον εἶχε καὶ μαχαίριον, ἵνα ξέῃ τοῦτο. καὶ τοῦτο εἰργάζοντο αἱ χεῖρες αἱ βασιλικαί· πάντως γὰρ οὐκ εἶχεν οὐ βιβλίον, οὐ διάνοιαν, ἵνʼ ἢ σπουδαῖόν τι καὶ σεμνὸν ἀναγινώσκῃ ἢ γενναῖόν τι καὶ λόγου ἄξιον βουλεύηται.
13
πολλοῖς καὶ πολλάκις χρῆται τοῖς ἀντιθέτοις ὁ Ἀγάθων. ἐπεὶ δέ τις οἶον ἐπανορθούμενος αὐτὸν ἐβούλετο περιαιρεῖν αὐτὰ τῶν ἐκείνου δραμάτων, εἶπεν ʽἀλλὰ σύ γε, γενναῖε, λέληθας σεαυτὸν τὸν Ἀγάθωνα ἐκ τοῦ Ἀγάθωνος ἀφανίζων.ʼ οὕτως ἐκόμα ἐπὶ τούτοις ἐκεῖνος, καὶ ᾤετο τὴν ἑαυτοῦ τραγῳδίαν ταῦτα εἶναι.