Book 14
24
χρημάτων κατεφρόνησαν καὶ μεγαλοφροσύνην ἐπεδείξαντο ὁρῶντες ἐν πενίᾳ τοὺς πολίτας ὄντας πλουτοῦντες αὐτοὶ ἐν μὲν Κορίνθῳ Θεοκλῆς καὶ Θρασωνίδης ἐν δὲ Μυτιλήνῃ Πρᾶξις. καὶ οὖν καὶ ἄλλοις συνεβούλευον ἐπικουφίσαι τῆς πενίας τὴν ἀνάγκην τοῖς ἀπορουμένοις. ἐπεὶ δὲ οὐκ ἔπειθον, ἀλλʼ αὐτοί γε τὰ ἑαυτῶν ἀφῆκαν χρέα, καὶ ὤνηντο οὐκ ἐς ἀργύριον, ἀλλʼ ἐς αὐτὴν τὴν ψυχήν· οἱ γὰρ μὴ ἀφεθέντες ἐπιθέμενοι τοῖς δανείσασι, προβαλόμενοι τῆς ὀργῆς τὰ ὅπλα καὶ εὐλογωτάτην χρείαν τὴν ἄμαχον ἐκ τῶν ἐπειγόντων ἀνάγκην ἀπέκτειναν τοὺς δανειστάς.
25
ἐστασίασάν ποτε πρὸς ἀλλήλους οἱ Χῖοι, ἀνδρειότατα νοσήσαντες νόσον ταύτην βαρυτάτην. ἀνὴρ οὖν ἐν αὐτοῖς πολιτικὸς τὴν φύσιν πρὸς τοὺς σπουδάζοντας τῶν ἑταίρων πάντας ἐκβάλλειν τοὺς ἐναντίους ʽμηδαμῶσʼ ἔφη· ʽἀλλʼ ἐπεὶ κεκρατήκαμεν, ὑπολειπώμεθά τινας, ἵνα μὴ τοῦ χρόνου προϊόντος, οὐκ ἔχοντες ἀντιπάλους, ἡμῖν αὐτοῖς ἀρξώμεθα πολεμεῖν.ʼ καὶ εἰπὼν ἔπεισε· καὶ γὰρ ἔδοξε καλῶς λέγειν, ἐπεὶ οὕτως ἔλεγεν.
26
Ἀρκεσίλαον τὸν ἐξ Ἀκαδημείας Ἀνταγόρας ὁ ποιητὴς ἐλοιδορεῖτο προσφθαρεὶς αὐτῷ, καὶ ταῦτα ἐν τῇ ἀγορᾷ· ὃ δὲ σφόδρα μεγαλοφρόνως, ἔνθα ἑώρα μάλιστα συνεστῶτας πολλούς, ἐνταῦθα ἐπορεύετο διαλεγόμενος, ἵνα ὁ λοιδορῶν ἐν πλείοσιν ἀσχημονῇ. οἱ γοῦν ἀκούοντες ἀπεστρέφοντο καὶ μανίαν ἐπεκάλουν τῷ Ἀνταγόρᾳ.
27
ἐγὼ δὲ ἐπαινῶ μάλιστα ἐκείνους, ὅσοι τὰ ὑποφυόμενα τῶν κακῶν φθάνοντες ἐκκόπτουσι πρὶν ἢ δυνάμεώς τινος ἐπιλαβέσθαι. Ἀγησίλαος γοῦν συνεβούλευσεν ἀκρίτως ἀποκτείνειν τοὺς συνιόντας νύκτωρ ὑπὸ τὴν τῶν Θηβαίων ἐσβολήν.
28
ὠνείδισέ τις τῷ ῥήτορι Πυθέᾳ ὅτι κακός ἐστιν. ὃ δὲ οὐκ ἠρνήσατο τὸ γὰρ συνειδὸς οὐκ ἐπέτρεπεν αὐτῷ. ἀπεκρίνατο δὲ ἐκεῖνο, ἐλάχιστον χρόνον τῶν πεπολιτευμένων Ἀθήνησι γενέσθαι κακός· μέγα φρονῶν δῆλον ὅτι μὴ διὰ τέλους ᾖν τοιοῦτος, καὶ ἡγούμενος μὴ ἀδικεῖν, ἐπεὶ μὴ τοῖς πονηροτάτοις παρεβάλλετο. εὔηθες δὲ τοῦτο τοῦ Πυθέου· οὐ γὰρ μόνον ὁ ἀδικήσας κακὸς ἀλλὰ καὶ ὁ ἐννοήσας ἀδικῆσαι, παρά γε ἐμοὶ κριτῇ.