Book 2
33
τὴν τῶν ποταμῶν φύσιν καὶ τὰ ῥεῖθρα αὐτῶν ὁρῶμεν· ὅμως δὲ οἱ τιμῶντες αὐτοὺς καὶ τὰ ἀγάλματα αὐτῶν ἐργαζόμενοι οἳ μὲν ἀνθρωπομόρφους αὐτοὺς ἱδρύσαντο, οἳ δὲ βοῶν εἶδος αὐτοῖς περιέθηκαν. βουσὶ μὲν οὖν εἰκάζουσιν οἱ Στυμφάλιοι μὲν τὸν Ἐρασῖνον καὶ τὸν Μετώπην, Λακεδαιμόνιοι δὲ τὸν Εὐρώταν, Σικυώνιοι δὲ καὶ Φλιάσιοι τὸν Ἀσωπόν, Ἀργεῖοι δὲ τὸν Κηφισόν· ἐν εἴδει δὲ ἀνδρῶν Ψωφίδιοι τὸν Ἐρύμανθον, τὸν δὲ Ἀλφειὸν Ἡραιεῖς, Χερρονήσιοι δὲ οἱ ἀπὸ Κνίδου καὶ αὐτοὶ τὸν αὐτὸν ποταμὸν ὁμοίως. Ἀθηναῖοι δὲ τὸν Κηφισὸν ἄνδρα μὲν δεικνύουσιν ἐν προτομῇ, κέρατα δὲ ὑποφαίνοντα. καὶ ἐν Σικελίᾳ δὲ Συρακόσιοι μὲν τὸν Ἄναπον ἀνδρὶ εἴκασαν, τὴν δὲ Κυάνην πηγὴν γυναικὸς εἰκόνι ἐτίμησαν· Αἰγεσταῖοι δὲ τὸν Πόρπακα καὶ τὸν Κριμισὸν καὶ τὸν Τελμησσὸν ἀνδρῶν εἴδει τιμῶσιν. Ἀκραγαντῖνοι δὲ τὸν ἐπώνυμον τῆς πόλεως ποταμὸν παιδὶ ὡραίῳ εἰκάσαντες θύουσιν. οἱ δὲ αὐτοὶ καὶ ἐν Δελφοῖς ἀνέθεσαν ἐλέφαντος διαγλύψαντες ἄγαλμα, καὶ ἐπέγραψαν τὸ τοῦ ποταμοῦ ὄνομα. καὶ παιδός ἐστι τὸ ἄγαλμα.
34
Ἐπίχαρμόν φασι πάνυ σφόδρα πρεσβύτην ὄντα, μετά τινων ἡλικιωτῶν ἐν λέσχῃ καθήμενον, ἐπεὶ ἕκαστος τῶν παρόντων ἔλεγεν ὃ μέν τις ʽἐμοὶ πέντε ἔτη ἀπόχρη βιῶναι,ʼ ἄλλος δὲ ʽἐμοὶ τρία,ʼ τρίτου δὲ εἰπόντος ʽ ἐμοί γε τέτταρα,ʼ ὑπολαβὼν ὁ Ἐπίχαρμος ʽὦ βέλτιστοἰ εἶπε, ʽτί στασιάζετε καὶ διαφέρεσθε ὑπὲρ ὀλίγων ἡμερῶν; πάντες γὰρ οἱ συνελθόντες κατά τινα δαίμονα ἐπὶ δυσμαῖς ἐσμεν· ὥστε ὥρα πᾶσιν ἡμῖν τὴν ταχίστην ἀνάγεσθαι, πρὸ τοῦ τινος καὶ ἀπολαῦσαι κακοῦ πρεσβυτικοῦ.ʼ
35
Γοργίας ὁ Λεοντῖνος ἐπὶ τέρματι ὢν τοῦ βίου καὶ γεγηρακὼς εὖ μάλα ὑπό τινος ἀσθενείας καταληφθείς, κατʼ ὀλίγον ἐς ὕπνον ὑπολισθάνων ἔκειτο. ἐπεὶ δέ τις αὐτὸν παρῆλθε τῶν ἐπιτηδείων ἐπισκοπούμενος καὶ ἤρετο ὅ τι πράττοι, ὁ Γοργίας ἀπεκρίνατο ʽἤδη με ὁ ὕπνος ἄρχεται παρακατατίθεσθαι τἀδελφῷ.ʼ
36
Σωκράτης δὲ καὶ αὐτὸς βαθύτατα γηρῶν εἶτα νόσῳ περιπεσών, ἐπεί τις αὐτὸν ἠρώτησε πῶς ἔχοι, ʽκαλῶσʼ εἶπε ʽπρὸς ἀμφότερα· ἐὰν μὲν γὰρ ζῶ, ζηλωτὰς ἕξω πλείονας· ἐὰν δὲ ἀποθάνω, ἐπαινέτας πλείονας.ʼ