Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 2

42 ἡ Πλάτωνος δόξα καὶ ὁ τῆς κατʼ αὐτὸν ἀρετῆς λόγος καὶ ἐς Ἀρκάδας ἀφίκετο καὶ Θηβαίους, καὶ οὖν καὶ ἐδεήθησαν αὐτοῦ πρέσβεις ἀποστείλαντες σὺν τῇ ἀνωτάτω σπουδῇ ἀφικέσθαι σφίσι τὸν ἄνδρα οὐκ ἐπὶ μόνῃ τῇ τῶν νέων προστασίᾳ, οὐδʼ ἵνα αὐτοῖς συγγένηται ἐπὶ τοῖς λόγοις τοῖς κατὰ φιλοσοφίαν, ἀλλὰ γὰρ καὶ τὸ ἔτι τούτων μεῖζον νομοθέτην αὐτὸν ἐκάλουν. οὔκουν ἔμελλον ἀτυχήσειν τοῦ ἀνδρός· καὶ γὰρ ἥσθη ὁ τοῦ Ἀρίστωνος τῇ κλήσει, καὶ δὴ καὶ ἔμελλεν ὑπακούσεσθαι. ἤρετο μέντοι τοὺς ἥκοντας πῶς ἔχουσι πρὸς τὸ ἴσον ἔχειν ἅπαντες; ἐπεὶ δὲ ἔμαθε παρʼ αὐτῶν ὅτι καὶ πάνυ ἀλλοτρίως, οὐδὲ πείσει αὐτοὺς τιμᾶν τὴν ἰσονομίαν, ἀπείπατο τὴν πρὸς αὐτοὺς ἐπιδημίαν.
43 πενέστατοι ἐγένοντο οἱ ἄριστοι τῶν Ἑλλήνων, Ἀριστείδης ὁ Λυσιμάχου καὶ Φωκίων ὁ Φώκου καὶ Ἐπαμεινώνδας ὁ Πολύμνιδος καὶ Πελοπίδας ὁ Θηβαῖος καὶ Λάμαχος ὁ Ἀθηναῖος καὶ Σωκράτης ὁ Σωφρονίσκου καὶ Ἐφιάλτης δὲ ὁ Σοφωνίδου καὶ ἐκεῖνος.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme