Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 2

4 Φαλάριδος ὑμῖν ἔργον οὐ μάλα ἐκείνῳ σύνηθες εὶπεῖν ἐθέλω· τὸ δὲ ἔργον φιλανθρωπίαν ἄμαχον ὁμολογεῖ, καὶ διὰ τοῦτο ἀλλότριον ἐκείνου δοκεῖ. Χαρίτων ἦν Ἀκραγαντῖνος φιλόκαλος ἄνθρωπος καὶ περὶ τὴν ὥραν τὴν τῶν νέων ἐσπουδακὼς δαιμονίως· διαπύρως δὲ ἠράσθη μάλιστα Μελανίππου Ἀκραγαντίνου καὶ ἐκείνου καὶ τὴν ψυχὴν ἀγαθοῦ καὶ τὸ κάλλος διαφέροντος. τοῦτον ἐλύπησέ τι Φάλαρις τὸν Μελάνιππον· δικαζομένῳ γὰρ αὐτῷ πρός τινα τῶν ἑταίρων αὐτοῦ τοῦ Φαλάριδος προσέταξεν ὁ τύραννος τὴν γραφὴν καταθέσθαι. τοῦ δὲ μὴ πειθομένου ὃ δὲ ἠπείλησε τὰ ἔσχατα δράσειν αὐτὸν μὴ ὑπακούσαντα.  καὶ ἐκεῖνος μὲν παρὰ τὴν δίκην ἐκράτησεν ἀνάγκῃ προστάξαντος τοῦ Φαλάριδος, οἱ δὲ ἄρχοντες τὴν γραφὴν τοῦ ἀγῶνος ἠφάνισαν. βαρέως δὲ ἐπὶ τούτοις ὁ νεανίσκος ἤνεγκεν ὑβρίσθαι λέγων, καὶ ὡμολόγει τὴν ὀργὴν τὴν ἑαυτοῦ πρὸς τὸν ἐραστήν, καὶ ἠξίου κοινωνὸν αὐτὸν γενέσθαι τῆς ἐπιθέσεως τῆς κατʼ αὐτοῦ, καὶ ἄλλους δὲ ἔσπευδε προσλαβεῖν τῶν νεανίσκων, οὓς μάλιστα ᾔδει περὶ τὴν τοιαύτην πρᾶξιν θερμοτάτους. ὁρῶν δὲ αὐτὸν ὁ Χαρίτων ἐνθουσιῶντα καὶ ὑπὸ τῆς ὀργῆς ἀναφλεγόμενον, καὶ γινώσκων ὅτι τῶν πολιτῶν οὐδεὶς αὐτοῖς συλλήψεται δέει τῷ ἐκ τοῦ τυράννου, καὶ αὐτὸς ἔφη πάλαι τοῦτο ἐπιθυμεῖν καὶ σπεύδειν ἐκ παντὸς τὴν πατρίδα ῥύσασθαι τῆς δουλείας τῆς καταλαβούσης· ἀσφαλὲς δὲ μὴ εἶναι πρὸς πολλοὺς τὰ τοιαῦτα ἐκφέρειν. ἠξίου δὴ τὸν Μελάνιππόν οἱ συγχωρῆσαι ἀκριβέστερον ὑπὲρ τούτων διασκέψασθαι καὶ ἐᾶσαι παραφυλάξαι τὸν χρόνον τὸν ἐπιτήδειον ἐς τὴν πρᾶξιν. συνεχώρησε τὸ μειράκιον. ἐφʼ ἑαυτοῦ τοίνυν ὁ Χαρίτων βαλόμενος τὸ πᾶν τόλμημα, καὶ κοινωνὸν αὐτοῦ μὴ θελήσας παραλαβεῖν τὸν ἐρώμενον, ἵνʼ εἰ καταφωραθείη, αὐτὸς ὑπέχοι τὴν δίκην, ἀλλὰ μὴ καὶ ἐκεῖνον ἐς ταὐτὰ ἐμβάλοι, ἡνίκα οἱ ἐδόκει καλῶς ἔχειν, ἐγχειρίδιον λαβὼν ὡρμᾶτο ἐπὶ τὸν τύραννον. οὐ μὴν ἔλαθε, πάνυ σφόδρα ἀκριβῶς τῶν δορυφόρων τὰ τοιαῦτα φυλαττόντων. ἐμβληθεὶς δὲ ὑπὸ τοῦ Φαλάριδος ἐς τὸ δεσμωτήριον καὶ στρεβλούμενος ἵνʼ εἴποι τοὺς συνεγνωκότας, ὃ δὲ ἐνεκαρτέρει καὶ ἐνήθλει ταῖς βασάνοις. ἐπεὶ δὲ μακρὸν τοῦτο ἦν, ὁ Μελάνιππος ἧκεν ἐπὶ τὸν Φάλαριν, καὶ ὡμολόγησεν οὐ μόνον κοινωνὸς εἶναι τῷ Χαρίτωνι, ἀλλὰ καὶ αὐτὸς ἄρξαι τῆς ἐπιβουλῆς. τοῦ δὲ πυνθανομένου τὴν αἰτίαν, εἶπε τὸν ἐξ ἀρχῆς λόγον καὶ τὴν τῆς γραφῆς ἄρσιν, καὶ ἐπὶ τούτοις ὡμολόγει περιαλγῆσαι. θαυμάσας οὖν ἀμφοτέρους ἀφῆκε τῆς τιμωρίας, προστάξας αὐθημερὸν ἀπελθεῖν μὴ μόνον τῆς Ἀκραγαντίνων πόλεως ἀλλὰ καὶ τῆς Σικελίας· συνεχώρησε δὲ αὐτοῖς τὰ ἴδια δίκαια καρποῦσθαι. τούτους ὕστερον ἡ Πυθία καὶ τὴν φιλίαν αὐτῶν ὕμνησε διὰ τούτων τῶν ἐπῶν θείας ἡγητῆρες ἐφημερίοις φιλότητος εὐδαίμων Χαρίτων καὶ Μελάνιππος ἔφυ, τοῦ θεοῦ τὸν ἔρωτα αὐτῶν θείαν ὀνομάσαντος φιλίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme