Book 2
5
Λακεδαιμόνιοι δεινὴν ἐποιοῦντο τοῦ χρόνου την φειδώ, ταμιευόμενοι πανταχόθεν αὐτὸν ἐς τὰ ἐπειγόμενα καὶ μηδενὶ τῶν πολιτῶν ἐπιτρέποντες μήτε ῥᾳστωνεύειν μήτε ῥᾳθυμεῖν ἐς αὐτόν, ὡς ἂν μὴν πρὸς τὰ ἔξω τῆς ἀρετῆς ἀναλισκόμενος εἶτα μάτην διαφθείροιτο. μαρτύριον τούτου πρὸς τοῖς ἄλλοις καὶ τοῦτο. ἀκούσαντες οἱ ἔφοροι Λακεδαιμονίων τοὺς Δεκέλειαν καταλαβόντας περιπάτῳ χρῆσθαι δειλινῷ, ἐπέστειλαν αὐτοῖς ʽμὴ περιπατεῖτἐ, ὡς τρυφώντων αὐτῶν μᾶλλον ἢ τὸ σῶμα ἐκπονούντων. δεῖν γὰρ Λακεδαιμονίους οὐ διὰ τοῦ περιπάτου ἀλλὰ διὰ τῶν γυμνασίων τὴν ὑγίειαν πορίζεσθαι.
6
Ἱππόμαχός φασιν ὁ γυμναστὴς ἐπεὶ πάλαισμά τι ὁ ἀθλητὴς ὁ ὑπʼ αὐτῷ γυμναζόμενος ἐπάλαισεν, εἶτα ὁ πᾶς ὄχλος ὁ περιεστὼς ἐξεβόησε, καθίκετο αὐτοῦ τῇ ῥάβδῳ καὶ εἶπεν ʽἀλλὰ σύ γε κακῶς καὶ οὐχ ὡς ἐχρῆν ἐποίησας ὅπερ ἐχρῆν ἄμεινον γενέσθαι· οὐ γὰρ ἂν ἐπῄνεσαν οὗτοι τεχνικόν σε δράσαντά τι,ʼ αἰνιττόμενος ὅτι τοὺς εὖ καὶ καλῶς ἕκαστα δρῶντας οὐ τοῖς πολλοῖς ἀλλὰ τοῖς ἔχουσιν νοῦν θεωρητικὸν τῶν δρωμένων ἀρέσκειν δεῖ. ἔοικε δὲ καὶ Σωκράτης τὴν τῶν πολλῶν ἐκφαυλίζειν κρίσιν ἐν τῇ συνουσίᾳ τῇ πρὸς Κρίτωνα, ὅτε ἀφίκετο ὁ Κρίτων ἐς τὸ δεσμωτήριον, καὶ δὴ ἔπειθεν αὐτὸν ἀποδρᾶναι καὶ τὴν τῶν Ἀθηναίων τὴν κατʼ αὐτοῦ κρίσιν διαφθεῖραι.
7
νόμος οὗτος Θηβαϊκὸς ὀρθῶς ἅμα καὶ φιλανθρώπως κείμενος ἐν τοῖς μάλιστα ὅτι οὐκ ἔξεστιν ἀνδρὶ Θηβαίῳ ἐκθεῖναι παιδίον οὐδὲ ἐς ἐρημίαν αὐτὸ ῥῖψαι θάνατον αὐτοῦ καταψηφισαμένῳ, ἀλλʼ ἐὰν ᾖ πένης ἐς τὰ ἔσχατα ὁ τοῦ παιδὸς πατήρ, εἶτε ἄρρεν τοῦτο εἴτε θῆλύ ἐστιν, ἐπὶ τὰς ἀρχὰς κομίζειν ἐξ ὠδίνων τῶν μητρῴων σὺν τοῖς σπαργάνοις αὐτό· αἳ δὲ παραλαβοῦσαι ἀποδίδονται τὸ βρέφος τῷ τιμὴν ἐλαχίστην δόντι. ῥήτρα τε πρὸς αὐτὸν καὶ ὁμολογία γίνεται ἦ μὴν τρέφειν τὸ βρέφος καὶ αὐξηθὲν ἔχειν δοῦλον ἢ δούλην, θρεπτήρια αὐτοῦ τὴν ὑπηρεσίαν λαμβάνοντα.