Book 3
33
Σάτυρος ὁ αὐλητὴς Ἀρίστωνος τοῦ φιλοσόφου πολλάκις ἠκροᾶτο, καὶ κηλούμενος ἐκ τῶν λεγομένων ἐπέλεγεν εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην, τοὺς αὐλοὺς αἰνιττόμενος, καὶ τρόπον τινὰ τὴν τέχνην ἐκφαυλίζων παραβολῇ τῇ πρὸς φιλοσοφίαν.
34
ὅτι Λάκωσι καὶ Ῥωμαίοις νόμος ἦν μὴ ἐξεῖναί τινι ὀψωνεῖν μήτε ἃ βούλεται μήτε ὅσα βούλεται· προσέταττον γὰρ διά τε τῶν ἄλλων σωφρονεῖν τοὺς. πολίτας καὶ διὰ τῆς τραπέζης οὐχ ἥκιστα.
35
λόγος δέ τις διαρρεῖ καὶ οὗτος Ἀττικός, ὃς λέγει πρότερον ἐν Ἀκαδημείᾳ μηδὲ γελάσαι ἐξουσίαν εἶναι· ὕβρει γὰρ καὶ ῥᾳθυμίᾳ ἐπειρῶντο τὸ χωρίον ἄβατον φυλάττειν.
36
Ἀριστοτέλης ὅτε ἀπέλιπε τὰς Ἀθήνας δέει τῆς κρίσεως, πρὸς τὸν ἐρόμενον αὐτὸν ʽτίς ἐστιν ἡ τῶν Ἀθηναίων πόλις;ʼ ἔφη ʽπαγκάλη· ἀλλʼ ἐν αὐτῇ ὄγχνη ἐπʼ ὄγχνῃ γηράσκει, σῦκον δʼ ἐπὶ σύκῳ, τοὺς συκοφάντας λέγων. καὶ πρὸς τὸν ἐρόμενον δια τί ἀπέλιπε τὰς Ἀθήνας, ἀπεκρίνατο ὅτι οὐ βούλεται Ἀθηναίους δὶς ἐξαμαρτεῖν ἐς φιλοσοφίαν, τὸ περὶ Σωκράτην πάθος αἰνιττόμενος καὶ τὸν καθʼ ἑαυτὸν κίνδυνον.
37
νόμος ἐστὶ Κείων, οἱ πάνυ παρʼ αὐτοῖς γεγηρακότες, ὥσπερ ἐπὶ ξένια παρακαλοῦντες ἑαυτοὺς ἢ επί τινα ἑορταστικὴν θυσίαν, συνελθόντες καὶ στεφανωσάμενοι πίνουσι κώνειον, ὅταν ἑαυτοῖς συνειδῶσιν ὅτι πρὸς τὰ ἔργα τὰ τῇ πατρίδι λυσιτελοῦντα ἄχρηστοί εἰσιν, ὑποληρούσης ἤδη τι αὐτοῖς καὶ τῆς γνώμης διὰ τὸν χρόνον.
38
ὅτι ἐν Ἀθήναις εὑρεθῆναι λέγουσι πρῶτον τὴν ἐλαίαν καὶ τὴν συκῆν, ἃ καὶ πρῶτα ἡ γῆ ἀνέδωκε. δίκας τε δοῦναι καὶ λαβεῖν εὗρον Ἀθηναῖοι πρῶτοι. καὶ ἀγῶνα τὸν διὰ τῶν σωμάτων πρῶτοι ἐπενόησαν, καὶ ἀπεδύσαντο καὶ ἠλείψαντο. καὶ ἵππους ἔζευξε πρῶτος Ἐριχθόνιος.
39
ὅτι βαλάνους Ἀρκάδες, Ἀργεῖοι δʼ ἀπίους, Ἀθηναῖοι δὲ σῦκα, Τιρύνθιοι δὲ ἀχράδας δεῖπνον εἶχον, Ἰνδοὶ καλάμους, Καρμανοὶ φοίνικας, κέγχρον δὲ Μαιῶται καὶ Σαυρομάται, τέρμινθον δὲ καὶ κάρδαμον Πέρσαι.