Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 3

43 ἐν Συβάρει κιθαρῳδοῦ ᾅδοντος ἐν τῇ ἀγωνίᾳ, ἣν ἐπετέλουν τῇ Ἥρᾳ, στασιασάντων ὑπὲρ αὐτοῦ τῶν Συβαριτῶν καὶ τὰ ὅπλα λαβόντων ἐπʼ ἀλλήλους, φοβηθεὶς ὁ κιθαρῳδὸς σὺν αὐτῇ στολῇ κατέφυγεν ἐς τὸν τῆς Ἥρας βωμόν· οἳ δὲ οὐδὲ ἐνταῦθα ἐφείσαντο τοῦ κιθαρῳδοῦ. ὀλίγῳ δὲ ὕστερον αἷμα ἐδόκει ἐν τῷ τῆς Ἥρας νεῷ ἀναβρύειν οὐδὲν ἔλαττον πηγῆς ἀενάου, Συβαρῖται δὲ ἔπεμψαν ἐς Δελφούς. ἡ δὲ Πυθία ἀπεκρίνατο βαῖνʼ ἀπʼ ἐμῶν τριπόδων, ἔτι τοι φόνος ἀμφὶ χέρεσσι πουλὺς ἀποστάζων ἀπὸ λαΐνου οὐδοῦ ἐρύκει. οὔ σε θεμιστεύσω· Μουσῶν θεράποντα κατέκτας Ἥρης πρὸς βωμοῖσι, θεῶν τίσιν οὐκ ἀλεείνας. τοῖς δὲ κακῶς ῥέξασι δίκης τέλος οὐχὶ χρονιστὸν οὐδὲ παραιτητόν, οὐδʼ εἰ Διὸς ἔγγονοι εἶεν· ἀλλʼ αὐτῶν κεφαλῇσι καὶ ἐν σφετέροισι τέκεσσιν εἱλεῖται, καὶ πῆμα δόμοις ἐπὶ πήματι βαίνει. ἡ δὲ δίκη οὐκ ἐβράδυνε· Κροτωνιάταις γὰρ ἐναντία ὅπλα θέμενοι ἀνάστατοι ὑπʼ ἐκείνων ἐγένοντο, καὶ ἡ πόλις αὐτῶν ἠφανίσθη.
44 νεανίσκοι τρεῖς ἐς Δελφοὺς ἀφικόμενοι θεωροὶ συμπολῖται κακούργοις περιτυγχάνουσιν. ὁ οὗν εἷς ἀπέδρα τοὺς λῃστάς, ὁ δὲ δεύτερος αὐτῶν συνεπλάκη τῷ λοιπῷ τῶν κακούργων, τῶν ἄλλων προαναλωθέντων, καὶ τοῦ μὲν λῃστοῦ ἥμαρτεν, ὦσε δὲ τὸ ξίφος κατὰ τοῦ φίλου. τῷ ἀποδράντι οὖν ἡ Πυθία ἀνεῖλε τάδε ἀνδρὶ φίλῳ θνήσκοντι παρὼν πέλας οὐκ ἐβοήθεις. οὔ σε θεμιστεύσω· περικαλλέος ἔξιθι νηοῦ· τῷ ἑτέρῳ δὲ ἔκτεινας τὸν ἑταῖρον ἀμύνων· οὔ σʼ ἐμίανεν αἷμα, πέλεις δὲ χέρας καθαρώτερος ἢ πάρος ἦσθα.
45 Φιλίππῳ φασὶ χρηστήριον ἐκπεσεῖν ἐν Βοιωτοῖς ἐν Τροφωνίου, φυλάττεσθαι δεῖν τὸ ἅρμα. ἐκεῖνον οὖν δέει τοῦ χρησμοῦ λόγος ἔχει μηδέποτε ἀναβῆναι ἅρμα. διπλοῦς οὖν ἐπὶ τούτοις διαρρεῖ λόγος. ὃ μὲν γάρ φησι τὸ τοῦ Παυσανίου ξίφος, ᾧ τὸν Φίλιππον διεχρήσατο, ἅρμα ἔχειν ἐπὶ τῆς λαβῆς διαγεγλυμμένον ἐλεφάντινον· ὁ δὲ ἕτερος, τὴν Θηβαῖκὴν περιελθόντα λίμνην τὴν καλουμένην Ἅρμα ἀποσφαγῆναι. ὁ μὲν πρῶτος λόγος δημώδης, ὃ δὲ οὐκ ἐς πάντας ἐξεφοίτησεν.
46 Σταγειριτῶν νόμος οὗτος καὶ πάντη Ἑλληνικός. ὃ μὴ κατέθου φησί, μὴ λάμβανε.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme