Thesauros Literature miscellany Ποικίλη ἱστορία

Ποικίλη ἱστορία

Ποικίλη ἱστορία Aelian 3rd cent

Book 4

7 οὐκ ἦν ἄρα τοῖς κακοῖς οὐδὲ τὸ ἀποθανεῖν κέρδος, ἐπεὶ μηδὲ τότε ἀναπαύονται· ἀλλʼ ἢ παντελῶς ἀμοιροῦσι ταφῆς, ἢ καὶ ἐὰν φθάσωσι ταφέντες, ὅμως καὶ ἐκ τῆς τελευταίας τιμῆς καὶ τοῦ κοινοῦ πάντων σωμάτων ὅρμου καὶ ἐκεῖθεν ἐκπίπτουσι. Λακεδαιμόνιοι γοῦν Παυσανίαν μηδίσαντα οὐ μόνον λιμῷ ἀπέκτειναν, ἀλλὰ γὰρ καὶ τὸν νεκρὸν ἐξέβαλον αὐτοῦ ἐκτὸς τῶν ὅρων, φησὶν Ἐπιτιμίδης.
8 εἶτα τίς οὐκ οἶδε τὰς τῆς τύχης μεταβολὰς ὀξυρρόπους καὶ ταχείας; Λακεδαιμόνιοι γοῦν Θηβαίων ἄρξαντες αὐτοὶ πάλιν ὑπʼ ἐκείνων οὕτως ἐχειρώθησαν, ὡς τοὺς Θηβαίους μὴ μόνον ἐς Πελοπόννησον ἀφικέσθαι, ἀλλὰ γὰρ καὶ τὸν Εὐρώταν διελθεῖν καὶ τὴν τῶν Λακεδαιμονίων τεμεῖν χώραν. καὶ ὀλίγου καὶ τὴν πόλιν κατέλαβον, εἰ μὴ Ἐπαμεινώνδας ἔδεισε μὴ Πελοποννήσιοι πάντες συμπνεύσωσι καὶ ὑπὲρ τῆς Σπάρτης ἀγωνίσωνται. Διονύσιος ὁ τύραννος καταστὰς ὑπὸ Καρχηδονίων ἐς πολιορκίαν, οὐδεμιᾶς αὐτῷ σωτηρίας ὑποφαινομένης, αὐτὸς μὲν ἄθυμος ἦν καὶ ὑπενενόει δρασμόν. τῶν δὲ ἑταίρων αὐτῷ τις, Ἐλλοπίδης ὄνομα, προσελθὼν ἔφατο ʽὦ Διονύσιε, καλὸν ἐντάφιον ἡ τυραννίς.ʼ αἰδεσθεὶς οὖν ἐπὶ τούτῳ ἀνερρώσθη τὴν γνώμην, καὶ σὺν ὀλίγοις παμπόλλας μυριάδας κατηγωνίσατο, ἀλλὰ καὶ τὴν ἀρχὴν μείζω ἐποίησεν. καὶ Ἀμύντας δὲ ὁ Μακεδὼν ἡττηθεὶς ὑπὸ τῶν προσοίκων βαρβάρων καὶ ἀποβαλὼν τὴν ἀρχὴν γνώμην μὲν εἶχεν ὡς καὶ ἀπολείψων τὴν χώραν τελέως· ἠγάπα γὰρ εἰ δυνηθείη διασῶσαι αὑτὸν γοῦν μόνον. ἐπεὶ δὲ ἐν τούτοις ἦν, ἔφατό τις πρὸς αὐτὸν τὴν Ἐλλοπίδου φωνήν. καὶ μικρὸν χῶρον καταλαβὼν καὶ ἀθροίσας ὀλίγους στρατιώτας ἀνεκτήσατο τὴν ἀρχήν. ὅτι τὸν Ὦχον οἱ Αἰγύπτιοι τῇ ἐπιχωρίῳ φωνῇ Ὄνον ἐκάλουν, τὸ νωθὲς αὐτοῦ τῆς γνώμης ἐκ τῆς ἀσθενείας τοῦ ζῴου διαβάλλοντες. ἀνθʼ ὧν ἐκεῖνος τὸν Ἆπιν πρὸς βίαν κατέθυσεν Ὄνῳ. Δίων ὁ Ἱππαρίνου, φυγὰς ὢν ὑπὸ Διονυσίου, μετὰ δισχιλίων στρατιωτῶν αὖθις κατεπολέμησε, καὶ ὃ πρότερον αὐτὸς ἦν, τοῦτο ἐκεῖνον εἰργάσατο, φυγάδα. Συρακόσιοι δὲ ἐννέα τριήρεσι πρὸς ἑκατὸν καὶ πεντήκοντα τὰς τῶν Καρχηδονίων παραταξάμενοι κατὰ πολὺ ἐκράτησαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme